호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기
ἴθι μοι παράστηθ, ἀντιβολῶ πρὸς τῶν θεῶν.? ὁδὶ γὰρ ἁνήρ ἐστιν ὅς μ ἀπώλεσεν τῇ δᾳδὶ παίων, κἀξέβαλεν ἐντευθενὶ ἄρτους δέκ ὀβολῶν κἀπιθήκην τέτταρας. ὁρᾷς ἃ δέδρακας· πράγματ αὖ δεῖ καὶ δίκας ἔχειν διὰ τὸν σὸν οἶνον. οὐδαμῶς γ, ἐπεὶ λόγοι διαλλάξουσιν αὐτὰ δεξιοί: ὥστ οἶδ ὁτιὴ ταύτῃ διαλλαχθήσομαι. οὔτοι μὰ τὼ θεὼ καταπροίξει Μυρτίας τῆς Ἀγκυλίωνος θυγατέρος καὶ Σωστράτης, οὕτω διαφθείρας ἐμοῦ τὰ φορτία. ἄκουσον ὦ γύναι: λόγον σοι βούλομαι λέξαι χαρίεντα. μὰ Δία μὴ μοί γ ὦ μέλε. Αἴσωπον ἀπὸ δείπνου βαδίζονθ ἑσπέρας θρασεῖα καὶ μεθύση τις ὑλάκτει κύων. κἄπειτ ἐκεῖνος εἶπεν, ὦ κύον κύον, εἰ νὴ Δί ἀντὶ τῆς κακῆς γλώττης ποθὲν πυροὺς πρίαιο, σωφρονεῖν ἄν μοι δοκεῖς. καὶ καταγελᾷς μου· προσκαλοῦμαί ς ὅστις εἶ πρὸς τοὺς ἀγορανόμους βλάβης τῶν φορτίων, κλητῆρ ἔχουσα Χαιρεφῶντα τουτονί. μὰ Δί ἀλλ ἄκουσον, ἤν τί σοι δόξω λέγειν. Λᾶσός ποτ ἀντεδίδασκε καὶ Σιμωνίδης: ἔπειθ ὁ Λᾶσος εἶπεν, ὀλίγον μοι μέλει. ἄληθες οὗτος· καὶ σὺ δή μοι Χαιρεφῶν γυναικὶ κλητεύειν ἐοικὼς θαψίνῃ, Ἰνοῖ κρεμαμένῃ πρὸς ποδῶν Εὐριπίδου. ὁδί τις ἕτερος, ὡς ἐοίκεν, ἔρχεται καλούμενός σε: τόν γέ τοι κλητῆρ ἔχει.?
호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기