호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기
ἄνεχε πάρεχε:? κλαύσεταί τις τῶν ὄπισθεν ἐπακολουθούντων ἐμοί: οἱο῀ν, εἰ μὴ ρρήσεθ, ὑμᾶς ὦ πόνηροι ταυτῃὶ τῇ δᾳδὶ φρυκτοὺς σκευάσω. ἦ μὴν σὺ δώσεις αὔριον τούτων δίκην ἡμῖν ἅπασι, κεἰ σφόδρ εἶ νεανίας. ἁθρόοι γὰρ ἥξομέν σε προσκαλούμενοι. ἰὴ ἰεῦ, καλούμενοι. ἀρχαῖά γ ὑμῶν: ἆρά γ ἴσθ ὡς οὐδ ἀκούων ἀνέχομαι δικῶν· ἰαιβοῖ, αἰβοῖ. τάδε μ ἀρέσκει: βάλλε κημούς. οὐκ ἄπεισι· ποῦ στιν <ἡμῖν> ἡλιαστής· ἐκποδών. ἀνάβαινε δεῦρο χρυσομηλολόνθιον, τῇ χειρὶ τουδὶ λαβομένη τοῦ σχοινίου.
ἔχου: φυλάττου δ, ὡς σαπρὸν τὸ σχοινίον: ὅμως γε μέντοι τριβόμενον οὐκ ἄχθεται. ὁρᾷς ἐγώ ς ὡς δεξιῶς ὑφειλόμην μέλλουσαν ἤδη λεσβιᾶν τοὺς ξυμπότας: ὧν οὕνεκ ἀπόδος τῷ πέει τῳδὶ χάριν. ἀλλ οὐκ ἀποδώσεις οὐδ ἐφιαλεῖς οἶδ ὅτι, ἀλλ ἐξαπατήσεις κἀγχανεῖ τούτῳ μέγα: πολλοῖς γὰρ ἤδη χἀτέροις αὔτ ἠργάσω. ἐὰν γένῃ δὲ μὴ κακὴ νυνὶ γυνή, ἐγώ ς ἐπειδὰν οὑμὸς υἱὸς ἀποθάνῃ, λυσάμενος ἕξω παλλακὴν ὦ χοιρίον. νῦν δ οὐ κρατῶ γὼ τῶν ἐμαυτοῦ χρημάτων νέος γάρ εἰμι καὶ φυλάττομαι σφόδρα. τὸ γὰρ υἵδιον τηρεῖ με, κἄστι δύσκολον κἄλλως κυμινοπριστοκαρδαμογλύφον. ταῦτ οὖν περί μου δέδοικε μὴ διαφθαρῶ. πατὴρ γὰρ οὐδείς ἐστιν αὐτῷ πλὴν ἐμοῦ. ὁδὶ δὲ καὐτὸς ἐπὶ σὲ κἄμ ἐοίκε θεῖν. ἀλλ ὡς τάχιστα στῆθι τάσδε τὰς δετὰς λαβοῦς, ἵν αὐτὸν τωθάσω νεανικῶς, οἱοίς ποθ οὗτος ἐμὲ πρὸ τῶν μυστηρίων. ὦ οὗτος οὗτος τυφεδανὲ καὶ χοιρόθλιψ, ποθεῖν ἐρᾶν τ ἐοίκας ὡραίας σοροῦ. οὔτοι καταπροίξει μὰ τὸν Ἀπόλλω τοῦτο δρῶν. ὡς ἡδέως φάγοις ἂν ἐξ ὄξους δίκην. οὐ δεινὰ τωθάζειν σε τὴν αὐλητρίδα τῶν ξυμποτῶν κλέψαντα· ποίαν αὐλητρίδα· τί ταῦτα ληρεῖς ὥσπερ ἀπὸ τύμβου πεσών· νὴ τὸν Δί αὕτη πού στί σοί γ ἡ Δαρδανίς. οὔκ, ἀλλ ἐν ἀγορᾷ τοῖς θεοῖς δᾲς κάεται. δᾲς ἥδε· δᾲς δῆτ. οὐχ ὁρᾷς ἐστιγμένην· τί δὲ τὸ μέλαν τοῦτ ἐστὶν αὐτῆς τοὐν μέσῳ· ἡ πίττα δήπου καομένης ἐξέρχεται. ὁ δ ὄπισθεν οὐχὶ πρωκτός ἐστιν οὑτοσί· ὄζος μὲν οὖν τῆς δᾳδὸς οὗτος ἐξέχει. τί λέγεις σύ· ποῖος ὄζος· οὐκ εἶ δεῦρο σύ· ἆ ἆ τί μέλλεις δρᾶν· ἄγειν ταύτην λαβὼν ἀφελόμενός σε καὶ νομίσας εἶναι σαπρὸν κοὐδὲν δύνασθαι δρᾶν. ἄκουσόν νυν ἐμοῦ. Ὀλυμπίασιν, ἡνίκ ἐθεώρουν ἐγώ, Ἐφουδίων ἐμαχέσατ Ἀσκώνδᾳ καλῶς ἤδη γέρων ὤν: εἶτα τῇ πυγμῇ θενὼν ὁ πρεσβύτερος κατέβαλε τὸν νεώτερον. πρὸς ταῦτα τηροῦ μὴ λάβῃς ὑπώπια. νὴ τὸν Δί ἐξέμαθές γε τὴν Ὀλυμπίαν. ἴθι μοι παράστηθ, ἀντιβολῶ πρὸς τῶν θεῶν.
ὁδὶ γὰρ ἁνήρ ἐστιν ὅς μ ἀπώλεσεν τῇ δᾳδὶ παίων, κἀξέβαλεν ἐντευθενὶ ἄρτους δέκ ὀβολῶν κἀπιθήκην τέτταρας. ὁρᾷς ἃ δέδρακας· πράγματ αὖ δεῖ καὶ δίκας ἔχειν διὰ τὸν σὸν οἶνον. οὐδαμῶς γ, ἐπεὶ λόγοι διαλλάξουσιν αὐτὰ δεξιοί: ὥστ οἶδ ὁτιὴ ταύτῃ διαλλαχθήσομαι. οὔτοι μὰ τὼ θεὼ καταπροίξει Μυρτίας τῆς Ἀγκυλίωνος θυγατέρος καὶ Σωστράτης, οὕτω διαφθείρας ἐμοῦ τὰ φορτία. ἄκουσον ὦ γύναι: λόγον σοι βούλομαι λέξαι χαρίεντα. μὰ Δία μὴ μοί γ ὦ μέλε. Αἴσωπον ἀπὸ δείπνου βαδίζονθ ἑσπέρας θρασεῖα καὶ μεθύση τις ὑλάκτει κύων. κἄπειτ ἐκεῖνος εἶπεν, ὦ κύον κύον, εἰ νὴ Δί ἀντὶ τῆς κακῆς γλώττης ποθὲν πυροὺς πρίαιο, σωφρονεῖν ἄν μοι δοκεῖς. καὶ καταγελᾷς μου· προσκαλοῦμαί ς ὅστις εἶ πρὸς τοὺς ἀγορανόμους βλάβης τῶν φορτίων, κλητῆρ ἔχουσα Χαιρεφῶντα τουτονί. μὰ Δί ἀλλ ἄκουσον, ἤν τί σοι δόξω λέγειν. Λᾶσός ποτ ἀντεδίδασκε καὶ Σιμωνίδης: ἔπειθ ὁ Λᾶσος εἶπεν, ὀλίγον μοι μέλει. ἄληθες οὗτος· καὶ σὺ δή μοι Χαιρεφῶν γυναικὶ κλητεύειν ἐοικὼς θαψίνῃ, Ἰνοῖ κρεμαμένῃ πρὸς ποδῶν Εὐριπίδου. ὁδί τις ἕτερος, ὡς ἐοίκεν, ἔρχεται καλούμενός σε: τόν γέ τοι κλητῆρ ἔχει. οἴμοι κακοδαίμων.
προσκαλοῦμαί ς ὦ γέρον ὕβρεως. ὕβρεως· μὴ μὴ καλέσῃ πρὸς τῶν θεῶν: ἐγὼ γὰρ ὑπὲρ αὐτοῦ δίκην δίδωμί σοι ἣν ἂν σὺ τάξῃς, καὶ χάριν προσείσομαι. ἐγὼ μὲν οὖν αὐτῷ διαλλαχθήσομαι ἑκών: ὁμολογῶ γὰρ πατάξαι καὶ βαλεῖν. ἀλλ ἐλθὲ δευρί: πότερον ἐπιτρέπεις ἐμοί, ὅ τι χρή μ ἀποτείσαντ ἀργύριον τοῦ πράγματος εἶναι φίλον τὸ λοιπόν, ἢ σύ μοι φράσεις· σὺ λέγε. δικῶν γὰρ οὐ δέομ οὐδὲ πραγμάτων. ἀνὴρ Συβαρίτης ἐξέπεσεν ἐξ ἁρ´ματος, καί πως κατεάγη τῆς κεφαλῆς μέγα σφόδρα: ἐτύγχανεν γὰρ οὐ τρίβων ὢν ἱππικῆς. κἄπειτ ἐπιστὰς εἶπ ἀνὴρ αὐτῷ φίλος: ἔρδοι τις ἣν ἕκαστος εἰδείη τέχνην. οὕτω δὲ καὶ σὺ παράτρεχ ἐς τὰ Πιττάλου. οὕμοιά σου καὶ ταῦτα τοῖς ἄλλοις τρόποις. ἀλλ οὖν σὺ μέμνης αὐτὸς ἁπεκρίνατο. ἄκουε, μὴ φεῦγ. ἐν Συβάρει γυνή ποτε κατέαξ ἐχῖνον. ταῦτ ἐγὼ μαρτύρομαι. οὑχῖνος οὖν ἔχων τιν ἐπεμαρτύρατο: εἶθ ἡ Συβαρῖτις εἶπεν, "εἰ ναὶ τὰν κόραν τὴν μαρτυρίαν ταύτην ἐάσας ἐν τάχει ἐπίδεσμον ἐπρίω, νοῦν ἂν εἶχες πλείονα. " ὕβριζ ἑώς ἂν τὴν δίκην ἁρ´χων καλῇ. οὔτοι μὰ τὴν Δήμητρ ἔτ ἐνταυθοῖ μενεῖς, ἀλλ ἀράμενος οἴσω σε - τί ποιεῖς· ὅ τι ποιῶ· εἴσω φέρω ς ἐντεῦθεν: εἰ δὲ μή, τάχα κλητῆρες ἐπιλείψουσι τοὺς καλουμένους. Αἴσωπον οἱ Δελφοί ποτ - ὀλίγον μοι μέλει. φιάλην ἐπῃτιῶντο κλέψαι τοῦ θεοῦ: ὁ δ ἔλεξεν αὐτοῖς, ὡς ὁ κάνθαρός ποτε - οἴμ ὡς ἀπολῶ ς αὐτοῖσι τοῖσι κανθάροις.?
호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기