호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기
ἰὼ χελῶναι μακάριαι τοῦ δέρματος, καὶ τρὶς μακάριαι τοῦ πὶ ταῖς πλευραῖς τέγους.? ὡς εὖ κατηρέψασθε καὶ νουβυστικῶς κεράμῳ τὸ νῶτον ὥστε τὰς πληγὰς στέγειν. ἐγὼ δ ἀπόλωλα στιζόμενος βακτηρίᾳ. τί δ ἔστιν ὦ παῖ· παῖδα γάρ, κἂν ᾖ γέρων, καλεῖν δίκαιον ὅστις ἂν πληγὰς λάβῃ. οὐ γὰρ ὁ γέρων ἀτηρότατον ἄρ ἦν κακὸν καὶ τῶν ξυνόντων πολὺ παροινικώτατος· καίτοι παρῆν Ἵππυλλος Ἀντιφῶν Λύκων Λυσίστρατος Θούφραστος οἱ περὶ Φρύνιχον. τούτων ἁπάντων ἦν ὑβριστότατος μακρῷ. εὐθὺς γὰρ ὡς ἐνέπλητο πολλῶν κἀγαθῶν, ἐνήλατ ἐσκίρτα πεπόρδει κατεγέλα ὥσπερ καχρύων ὀνίδιον εὐωχημένον κἄτυπτεν ἐμὲ νεανικῶς παῖ παῖ καλῶν. εἶτ αὐτὸν ὡς εἶδ ᾔκασεν Λυσίστρατος: ἐοίκας ὦ πρεσβῦτα νεοπλούτῳ τρυγὶ κλητῆρί τ εἰς ἀχυρμὸν ἀποδεδρακότι. ὁ δ ἀνακραγὼν ἀντῄκας αὐτὸν πάρνοπι τὰ θρῖα τοῦ τρίβωνος ἀποβεβληκότι, Σθενέλῳ τε τὰ σκευάρια διακεκαρμένῳ. οἱ δ ἀνεκρότησαν, πλήν γε Θουφράστου μόνου: οὗτος δὲ διεμύλλαινεν ὡς δὴ δεξιός. ὁ γέρων δὲ τὸν Θούφραστον ἤρετ: εἰπέ μοι, ἐπὶ τῷ κομᾷς καὶ κομψὸς εἶναι προσποιεῖ, κωμῳδολοιχῶν περὶ τὸν εὖ πράττοντ ἀεί· τοιαῦτα περιύβριζεν αὐτοὺς ἐν μέρει, σκώπτων ἀγροίκως καὶ προσέτι λόγους λέγων ἀμαθέστατ οὐδὲν εἰκότας τῷ πράγματι. ἔπειτ ἐπειδὴ μέθυεν, οἴκαδ ἔρχεται τύπτων ἅπαντας, ἤν τις αὐτῷ ξυντύχῃ. ὁδὶ δὲ καὶ δὴ σφαλλόμενος προσέρχεται. ἀλλ ἐκποδὼν ἄπειμι πρὶν πληγὰς λαβεῖν.?
호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기