- 텍스트

Aristophanes, Wasps, Parabasis, antepirrheme

(아리스토파네스, Wasps, Parabasis, antepirrheme)

πολλαχοῦ σκοποῦντες ἡμᾶς εἰς ἅπανθ εὑρήσετε τοὺς τρόπους καὶ τὴν δίαιταν σφηξὶν ἐμφερεστάτους.? πρῶτα μὲν γὰρ οὐδὲν ἡμῶν ζῷον ἠρεθισμένον μᾶλλον ὀξύθυμόν ἐστιν οὐδὲ δυσκολώτερον: εἶτα τἄλλ ὅμοια πάντα σφηξὶ μηχανώμεθα. ξυλλεγέντες γὰρ καθ ἑσμούς, ὡσπερεὶ τἀνθρήνια, οἱ μὲν ἡμῶν οὗπερ ἁρ´χων, οἱ δὲ παρὰ τοὺς ἕνδεκα, οἱ δ ἐν ᾠδείῳ δικάζους, οἱ δὲ πρὸς τοῖς τειχίοις ξυμβεβυσμένοι πυκνόν, νεύοντες ἐς τὴν γῆν, μόλις ὥσπερ οἱ σκώληκες ἐν τοῖς κυττάροις κινούμενοι. ἔς τε τὴν ἄλλην δίαιτάν ἐσμεν εὐπορώτατοι. πάντα γὰρ κεντοῦμεν ἄνδρα κἀκπορίζομεν βίον. ἀλλὰ γὰρ κηφῆνες ἡμῖν εἰσιν ἐγκαθήμενοι οὐκ ἔχοντες κέντρον, οἳ μένοντες ἡμῶν τοῦ φόρου τὸν πόνον κατεσθίουσιν, οὐ ταλαιπωρούμενοι. τοῦτο δ ἔστ ἄλγιστον ἡμῖν, ἤν τις ἀστράτευτος ὢν ἐκροφῇ τὸν μισθὸν ἡμῶν, τῆσδε τῆς χώρας ὕπερ μήτε κώπην μήτε λόγχην μήτε φλύκταιναν λαβών. ἀλλ ἐμοὶ δοκεῖ τὸ λοιπὸν τῶν πολιτῶν ἔμβραχυ ὅστις ἂν μὴ χῃ τὸ κέντρον, μὴ φέρειν τριώβολον.?

일치하는 문장이 없습니다.

SEARCH

MENU NAVIGATION