호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기
ἆρα δεινὸς ἦ τόθ ὥστε πάντα μὴ δεδοικέναι, καὶ κατεστρεψάμην τοὺς ἐναντίους, πλέων ἐκεῖσε ταῖς τριήρεσιν·? οὐ γὰρ ἦν ἡμῖν ὅπως ῥῆσιν εὖ λέξειν ἐμέλλομεν τότ, οὐδὲ συκοφαντήσειν τινὰ φροντίς, ἀλλ ὅστις ἐρέτης ἔσοιτ ἄριστος. τοιγαροῦν πολλὰς πόλεις Μήδων ἑλόντες αἰτιώτατοι φέρεσθαι τὸν φόρον δεῦρ ἐσμέν, ὃν κλέπτουσιν οἱ νεώτεροι.?
호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기