호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기
εἴ τις ὑμῶν ὦ θεαταὶ τὴν ἐμὴν ἰδὼν φύσιν εἶτα θαυμάζει μ ὁρῶν μέσον διεσφηκωμένον, ἥτις ἡμῶν ἐστὶν ἡ πίνοια τῆς ἐγκεντρίδος, ῥᾳδίως ἐγὼ διδάξω, κἂν ἄμουσος ᾖ τὸ πρίν.? ἐσμὲν ἡμεῖς, οἷς πρόσεστι τοῦτο τοὐρροπύγιον, Ἀττικοὶ μόνοι δικαίως ἐγγενεῖς αὐτόχθονες, ἀνδρικώτατον γένος καὶ πλεῖστα τήνδε τὴν πόλιν ὠφελῆσαν ἐν μάχαισιν, ἡνίκ ἦλθ ὁ βάρβαρος, τῷ καπνῷ τύφων ἅπασαν τὴν πόλιν καὶ πυρπολῶν, ἐξελεῖν ἡμῶν μενοινῶν πρὸς βίαν τἀνθρήνια. εὐθέως γὰρ ἐκδραμόντες ξὺν δορὶ ξὺν ἀσπίδι ἐμαχόμεσθ αὐτοῖσι, θυμὸν ὀξίνην πεπωκότες, στὰς ἀνὴρ παρ ἄνδρ, ὑπ ὀργῆς τὴν χελύνην ἐσθίων: ὑπὸ δὲ τῶν τοξευμάτων οὐκ ἦν ἰδεῖν τὸν οὐρανόν. ἀλλ ὅμως ἐωσάμεσθα ξὺν θεοῖς πρὸς ἑσπέραν. γλαῦξ γὰρ ἡμῶν πρὶν μάχεσθαι τὸν στρατὸν διέπτετο: εἶτα δ εἱπόμεσθα θυννάζοντες ἐς τοὺς θυλάκους, οἱ δ ἔφευγον τὰς γνάθους καὶ τὰς ὀφρῦς κεντούμενοι: ὥστε παρὰ τοῖς βαρβάροισι πανταχοῦ καὶ νῦν ἔτι μηδὲν Ἀττικοῦ καλεῖσθαι σφηκὸς ἀνδρικώτερον.?
호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기