호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기
ὦ πάλαι ποτ ὄντες ἡμεῖς ἄλκιμοι μὲν ἐν χοροῖς, ἄλκιμοι δ ἐν μάχαις, καὶ κατ αὐτὸ δὴ τοῦτο μόνον ἄνδρες ἀλκιμώτατοι:? πρίν ποτ ἦν πρὶν ταῦτα, νῦν δ οἴχεται, κύκνου τ <ἔτι> πολιώτεραι δὴ αἵδ ἐπανθοῦσιν τρίχες. ἀλλὰ κἀκ τῶν λειψάνων δεῖ τῶνδε ῥώμην νεανικὴν σχεῖν: ὡς ἐγὼ τοὐμὸν νομίζω γῆρας εἶναι κρεῖττον ἢ πολλῶν κικίννους νεανιῶν καὶ σχῆμα κεὐρυπρωκτίαν.?
호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기