호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기
νῦν αὖτε λεῲ προσέχετε τὸν νοῦν, εἴπερ καθαρόν τι φιλεῖτε.? μέμψασθαι γὰρ τοῖσι θεαταῖς ὁ ποιητὴς νῦν ἐπιθυμεῖ. ἀδικεῖσθαι γάρ φησιν πρότερος πόλλ αὐτοὺς εὖ πεποιηκώς, τὰ μὲν οὐ φανερῶς ἀλλ ἐπικουρῶν κρύβδην ἑτέροισι ποιηταῖς, μιμησάμενος τὴν Εὐρυκλέους μαντείαν καὶ διάνοιαν, εἰς ἀλλοτρίας γαστέρας ἐνδὺς κωμῳδικὰ πολλὰ χέασθαι: μετὰ τοῦτο δὲ καὶ φανερῶς ἤδη κινδυνεύων καθ ἑαυτόν, οὐκ ἀλλοτρίων ἀλλ οἰκείων Μουσῶν στόμαθ ἡνιοχήσας. ἀρθεὶς δὲ μέγας καὶ τιμηθεὶς ὡς οὐδεὶς πώποτ ἐν ὑμῖν, οὐκ ἐκτελέσαι φησὶν ἐπαρθεὶς οὐδ ὀγκῶσαι τὸ φρόνημα, οὐδὲ παλαίστρας περικωμάζειν πειρῶν: οὐδ εἴ τις ἐραστὴς κωμῳδεῖσθαι παιδίχ ἑαυτοῦ μισῶν ἔσπευσε πρὸς αὐτόν, οὐδενὶ πώποτέ φησι πιθέσθαι, γνώμην τιν ἔχων ἐπιεικῆ, ἵνα τὰς Μούσας αἷσιν χρῆται μὴ προαγωγοὺς ἀποφήνῃ. οὐδ ὅτε πρῶτόν γ ἦρξε διδάσκειν, ἀνθρώποις φής ἐπιθέσθαι, ἀλλ Ἡρακλέους ὀργήν τιν ἔχων τοῖσι μεγίστοις ἐπιχειρεῖν, θρασέως ξυστὰς εὐθὺς ἀπ ἀρχῆς αὐτῷ τῷ καρχαρόδοντι, οὗ δεινόταται μὲν ἀπ ὀφθαλμῶν Κύννης ἀκτῖνες ἔλαμπον, ἑκατὸν δὲ κύκλῳ κεφαλαὶ κολάκων οἰμωξομένων ἐλιχμῶντο περὶ τὴν κεφαλήν, φωνὴν δ εἶχεν χαράδρας ὄλεθρον τετοκυίας, φώκης δ ὀσμήν, Λαμίας ὄρχεις ἀπλύτους, πρωκτὸν δὲ καμήλου. τοιοῦτον ἰδὼν τέρας οὔ φησιν δείσας καταδωροδοκῆσαι, ἀλλ ὑπὲρ ὑμῶν ἔτι καὶ νυνὶ πολεμεῖ: φησίν τε μετ αὐτὸν τοῖς ἠπιάλοις ἐπιχειρῆσαι πέρυσιν καὶ τοῖς πυρετοῖσιν, οἳ τοὺς πατέρας τ ἦγχον νύκτωρ καὶ τοὺς πάππους ἀπέπνιγον, κατακλινόμενοί τ ἐπὶ ταῖς κοίταις ἐπὶ τοῖσιν ἀπράγμοσιν ὑμῶν ἀντωμοσίας καὶ προσκλήσεις καὶ μαρτυρίας συνεκόλλων, ὥστ ἀναπηδᾶν δειμαίνοντας πολλοὺς ὡς τὸν πολέμαρχον. τοιόνδ εὑρόντες ἀλεξίκακον τῆς χώρας τῆσδε καθαρτήν, πέρυσιν καταπροὔδοτε καινοτάταις σπείραντ αὐτὸν διανοίαις, ἃς ὑπὸ τοῦ μὴ γνῶναι καθαρῶς ὑμεῖς ἐποιήσατ ἀναλδεῖς: καίτοι σπένδων πόλλ ἐπὶ πολλοῖς ὄμνυσιν τὸν Διόνυσον μὴ πώποτ ἀμείνον ἔπη τούτων κωμῳδικὰ μηδέν ἀκοῦσαι. τοῦτο μὲν οὖν ἔσθ ὑμῖν αἰσχρὸν τοῖς μὴ γνοῦσιν παραχρῆμα, ὁ δὲ ποιητὴς οὐδὲν χείρων παρὰ τοῖσι σοφοῖς νενόμισται, εἰ παρελαύνων τοὺς ἀντιπάλους τὴν ἐπίνοιαν ξυνέτριψεν.?
호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기