호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기
καὶ μὴν εὐθύς γ ἀπὸ βαλβίδων περὶ τῆς ἀρχῆς ἀποδείξω τῆς ἡμετέρας ὡς οὐδεμιᾶς ἥττων ἐστὶν βασιλείας.? τί γὰρ εὔδαιμον καὶ μακαριστὸν μᾶλλον νῦν ἐστὶ δικαστοῦ, ἢ τρυφερώτερον ἢ δεινότερον ζῷον, καὶ ταῦτα γέροντος· ὃν πρῶτα μὲν ἑρ´ποντ ἐξ εὐνῆς τηροῦς ἐπὶ τοῖσι δρυφάκτοις ἄνδρες μεγάλοι καὶ τετραπήχεις: κἄπειτ εὐθὺς προσιόντι ἐμβάλλει μοι τὴν χεῖρ ἁπαλὴν τῶν δημοσίων κεκλοφυῖαν: ἱκετεύουσίν θ ὑποκύπτοντες τὴν φωνὴν οἰκτροχοοῦντες: οἴκτιρόν μ ὦ πάτερ, αἰτοῦμαί ς, εἰ καὐτὸς πώποθ ὑφείλου ἀρχὴν ἄρξας ἢ πὶ στρατιᾶς τοῖς ξυσσίτοις ἀγοράζων: ὃς ἔμ οὐδ ἂν ζῶντ ᾔδειν εἰ μὴ διὰ τὴν προτέραν ἀπόφυξιν. τουτὶ περὶ τῶν ἀντιβολούντων ἔστω τὸ μνημόσυνόν μοι. εἶτ εἰσελθὼν ἀντιβοληθεὶς καὶ τὴν ὀργὴν ἀπομορχθεὶς ἔνδον τούτων ὧν ἂν φάσκω πάντων οὐδὲν πεποίηκα, ἀλλ ἀκροῶμαι πάσας φωνὰς ἱέντων εἰς ἀπόφυξιν. φέρ ἴδω, τί γὰρ οὐκ ἔστιν ἀκοῦσαι θώπευμ ἐνταῦθα δικαστῇ· οἱ μέν γ ἀποκλάονται πενίαν αὑτῶν καὶ προστιθέασι κακὰ πρὸς τοῖς οὖσιν, ἑώς ἀνιῶν ἂν ἰσώσῃ τοῖσιν ἐμοῖσιν: οἱ δὲ λέγουσιν μύθους ἡμῖν, οἱ δ Αἰσώπου τι γέλοιον: οἱ δὲ σκώπτους, ἵν ἐγὼ γελάσω καὶ τὸν θυμὸν καταθῶμαι. κἂν μὴ τούτοις ἀναπειθώμεσθα, τὰ παιδάρι εὐθὺς ἀνέλκει τὰς θηλείας καὶ τοὺς υἱεῖς τῆς χειρός, ἐγὼ δ ἀκροῶμαι: τὰ δὲ συγκύψανθ ἅμα βληχᾶται: κἄπειθ ὁ πατὴρ ὑπὲρ αὐτῶν ὥσπερ θεὸν ἀντιβολεῖ με τρέμων τῆς εὐθύνης ἀπολῦσαι: "εἰ μὲν χαίρεις ἀρνὸς φωνῇ, παιδὸς φωνὴν ἐλεήσαις: εἰ δ αὖ τοῖς χοιριδίοις χαίρω, θυγατρὸς φωνῇ με πιθέσθαι. χἠμεῖς αὐτῷ τότε τῆς ὀργῆς ὀλίγον τὸν κόλλοπ ἀνεῖμεν. ἆρ οὐ μεγάλη τοῦτ ἔστ ἀρχὴ καὶ τοῦ πλούτου καταχήνη· δεύτερον αὖ σου τουτὶ γράφομαι, τὴν τοῦ πλούτου καταχήνην: καὶ τἀγαθά μοι μέμνης ἅχεις φάσκων τῆς Ἑλλάδος ἄρχειν. παίδων τοίνυν δοκιμαζομένων αἰδοῖα πάρεστι θεᾶσθαι. κἂν Οἰάγρος εἰσέλθῃ φεύγων, οὐκ ἀποφεύγει πρὶν ἂν ἡμῖν ἐκ τῆς Νιόβης εἴπῃ ῥῆσιν τὴν καλλίστην ἀπολέξας. κἂν αὐλητής γε δίκην νικᾷ, ταύτης ἡμῖν ἐπίχειρα ἐν φορβειᾷ τοῖσι δικασταῖς ἔξοδον ηὔλης ἀπιοῦσι. κἂν ἀποθνῄσκων ὁ πατήρ τῳ δῷ καταλείπων παῖδ ἐπίκληρον, κλάειν ἡμεῖς μακρὰ τὴν κεφαλὴν εἰπόντες τῇ διαθήκῃ καὶ τῇ κόγχῃ τῇ πάνυ σεμνῶς τοῖς σημείοισιν ἐπούσῃ, ἔδομεν ταύτην ὅστις ἂν ἡμᾶς ἀντιβολήσας ἀναπείσῃ. καὶ ταῦτ ἀνυπεύθυνοι δρῶμεν, τῶν δ ἄλλων οὐδεμἴ ἀρχή. τουτὶ γάρ τοι σεμνόν, τούτων ὧν εἴρηκας μακαρίζω: τῆς δ ἐπικλήρου τὴν διαθήκην ἀδικεῖς ἀνακογχυλιάζων. ἔτι δ ἡ βουλὴ χὠ δῆμος ὅταν κρῖναι μέγα πρᾶγμ ἀπορήσῃ ἐψήφισται τοὺς ἀδικοῦντας τοῖσι δικασταῖς παραδοῦναι: εἶτ Εὐάθλος χὠ μέγας οὗτος Κολακώνυμος ἀσπιδαποβλὴς οὐχὶ προδώσειν ἡμᾶς φασίν, περὶ τοῦ πλήθους δὲ μαχεῖσθαι. κἀν τῷ δήμῳ γνώμην οὐδεὶς πώποτ ἐνίκησεν, ἐὰν μὴ εἴπῃ τὰ δικαστήρι ἀφεῖναι πρώτιστα μίαν δικάσαντας: αὐτὸς δὲ Κλέων ὁ κεκραξιδάμας μόνον ἡμᾶς οὐ περιτρώγει, ἀλλὰ φυλάττει διὰ χειρὸς ἔχων καὶ τὰς μυίας ἀπαμύνει. σὺ δὲ τὸν πατέρ οὐδ ὁτιοῦν τούτων τὸν σαυτοῦ πώποτ ἔδρασας. ἀλλὰ Θέωρος, καίτοὐστὶν ἀνὴρ Εὐφημίου οὐδὲν ἐλάττων, τὸν σφόγγον ἔχων ἐκ τῆς λεκάνης τἀμβάδι ἡμῶν περικωνεῖ. σκέψαι μ ἀπὸ τῶν ἀγαθῶν οἱών ἀποκλῄεις καὶ κατερύκεις, ἣν δουλείαν οὖσαν ἔφασκες καὶ ὑπηρεσίαν ἀποδείξειν. ἔμπλησο λέγων: πάντως γάρ τοι παύσει ποτὲ κἀναφανήσει πρωκτὸς λουτροῦ περιγιγνόμενος τῆς ἀρχῆς τῆς περισέμνου. ὃ δέ γ ἥδιστον τούτων ἐστὶν πάντων, οὗ γὼ πελελήσμην, ὅταν οἴκαδ ἰώ τὸν μισθὸν ἔχων, κἄπειθ ἥκονθ ἅμα πάντες ἀσπάζωνται διὰ τἀργύριον, καὶ πρῶτα μὲν ἡ θυγάτηρ με ἀπονίζῃ καὶ τὼ πόδ ἀλείφῃ καὶ προσκύψασα φιλήσῃ καὶ παππίζους ἅμα τῇ γλώττῃ <τὸ> τριώβολον ἐκκαλαμᾶται, καὶ τὸ γύναιόν μ ὑποθωπεῦσαν φυστὴν μᾶζαν προσενέγκῃ, κἄπειτα καθεζομένη παρ ἐμοὶ προσαναγκάζῃ, φάγε τουτί, ἔντραγε τουτί:
τούτοισιν ἐγὼ γάνυμαι, κοὐ μή με δεήσῃ ἐς σὲ βλέψαι καὶ τὸν ταμίαν, ὁπότ ἄριστον παραθήσει καταρασάμενος καὶ τονθορύσας. ἀλλ ἢν μή μοι ταχὺ μάξῃ, τάδε κέκτημαι πρόβλημα κακῶν, σκευὴν βελέων ἀλεωρήν. κἂν οἶνόν μοι μὴ γχῇς σὺ πιεῖν, τὸν ὄνον τόνδ ἐσκεκόμισμαι οἴνου μεστόν, κᾆτ ἐγχέομαι κλίνας: οὗτος δὲ κεχηνὼς βρωμησάμενος τοῦ σοῦ δίνου μέγα καὶ στράτιον κατέπαρδεν. ἆρ οὐ μεγάλην ἀρχὴν ἄρχω καὶ τοῦ Διὸς οὐδὲν ἐλάττω, ὅστις ἀκούω ταὔθ ἅπερ ὁ Ζεύς·
호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기