- 텍스트

Aristophanes, Wasps, Choral, trochees 1:

(아리스토파네스, Wasps, Choral, trochees 1:)

ὡς ἅπανθ ὑμῖν τυραννίς ἐστι καὶ ξυνωμόται, ἤν τε μεῖζον ἤν τ ἔλαττον πρᾶγμά τις κατηγορῇ, ἧς ἐγὼ οὐκ ἤκουσα τοὔνομ οὐδὲ πεντήκοντ ἐτῶν:? νῦν δὲ πολλῷ τοῦ ταρίχους ἐστὶν ἀξιωτέρα, ὥστε καὶ δὴ τοὔνομ αὐτῆς ἐν ἀγορᾷ κυλίνδεται. ἢν μὲν ὠνῆταί τις ὀρφὼς μεμβράδας δὲ μὴ θέλῃ, εὐθέως εἴρηχ ὁ πωλῶν πλησίον τὰς μεμβράδας: οὗτος ὀψωνεῖν ἐοίχ ἅνθρωπος ἐπὶ τυραννίδι. ἢν δὲ γήτειον προσαιτῇ ταῖς ἀφύαις ἥδυσμά τι, ἡ λαχανόπωλις παραβλέψασά φησι θατέρῳ: εἰπέ μοι, γήτειον αἰτεῖς: πότερον ἐπὶ τυραννίδι, ἢ νομίζεις τὰς Ἀθήνας σοὶ φέρειν ἡδύσματα· κἀμέ γ ἡ πόρνη χθὲς εἰσελθόντα τῆς μεσημβρίας, ὅτι κελητίσαι κέλευον, ὀξυθυμηθεῖσά μοι ἤρετ εἰ τὴν Ἱππίου καθίσταμαι τυραννίδα. ταῦτα γὰρ τούτοις ἀκούειν ἡδἔ, εἰ καὶ νῦν ἐγὼ τὸν πατέρ ὅτι βούλομαι τούτων ἀπαλλαχθέντα τῶν ὀρθροφοιτοσυκοφαντοδικοταλαιπώρων τρόπων ζῆν βίον γενναῖον ὥσπερ Μόρυχος, αἰτίαν ἔχω ταῦτα δρᾶν ξυνωμότης ὢν καὶ φρονῶν τυραννικά. νὴ Δί ἐν δίκῃ γ: ἐγὼ γὰρ οὐδ ἂν ὀρνίθων γάλα ἀντὶ τοῦ βίου λάβοιμ ἂν οὗ με νῦν ἀποστερεῖς: οὐδὲ χαίρω βατίσιν οὐδ ἐγχέλεσιν, ἀλλ ἥδιον ἄν δικίδιον σμικρὸν φάγοιμ ἂν ἐν λοπάδι πεπνιγμένον. νὴ Δί εἰθίσθης γὰρ ἥδεσθαι τοιούτοις πράγμασιν: ἀλλ ἐὰν σιγῶν ἀνάσχῃ καὶ μάθῃς ἁγὼ λέγω, ἀναδιδάξειν οἰόμαί ς ὡς πάντα ταῦθ ἁμαρτάνεις. ἐξαμαρτάνω δικάζων· καταγελώμενος μὲν οὖν οὐκ ἐπαϊεις ὑπ ἀνδρῶν, οὓς σὺ μόνον οὐ προσκυνεῖς. ἀλλὰ δουλεύων λέληθας. παῦε δουλείαν λέγων, ὅστις ἄρχω τῶν ἁπάντων. οὐ σύ γ, ἀλλ ὑπηρετεῖς οἰόμενος ἄρχειν: ἐπεὶ δίδαξον ἡμᾶς ὦ πάτερ, ἥτις ἡ τιμή στί σοι καρπουμένῳ τὴν Ἑλλάδα. πάνυ γε, καὶ τούτοισί γ ἐπιτρέψαι θέλω. καὶ μὴν ἐγώ. ἄφετέ νυν ἅπαντες αὐτόν. καὶ ξίφος γέ μοι δότε. ἢν γὰρ ἡττηθῶ λέγων σου, περιπεσοῦμαι τῷ ξίφει. εἰπέ μοι, τί δ ἤν, τὸ δεῖνα, τῇ διαίτῃ μὴ μμένῃς· μηδέποτε πίοιμ ἀκράτου μισθὸν ἀγαθοῦ δαίμονος.?

일치하는 문장이 없습니다.

SEARCH

MENU NAVIGATION