호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기
εἰά῀ νυν ὦ ξυνδικασταὶ σφῆκες ὀξυκάρδιοι, οἱ μὲν ἐς τὸν πρωκτὸν αὐτῶν ἐσπέτεσθ ὠργισμένοι, οἱ δὲ τὠφθαλμὼ κύκλῳ κεντεῖτε καὶ τοὺς δακτύλους.? ὦ Μίδα καὶ Φρὺξ βοήθει δεῦρο καὶ Μασιντύα, καὶ λάβεσθε τουτουὶ καὶ μὴ μεθῆσθε μηδενί: εἰ δὲ μή, ν πέδαις παχείαις οὐδὲν ἀριστήσετε. ὡς ἐγὼ πολλῶν ἀκούσας οἶδα θρίων τὸν ψόφον. εἰ δὲ μὴ τοῦτον μεθήσεις, ἔν τί σοι παγήσεται. ὦ Κέκροψ ἡρ´ως ἄναξ τὰ πρὸς ποδῶν Δρακοντίδη, περιορᾷς οὕτω μ ὑπ ἀνδρῶν βαρβάρων χειρούμενον, οὓς ἐγὼ δίδαξα κλάειν τέτταρ ἐς τὴν χοίνικα· εἶτα δῆτ οὐ πόλλ ἔνεστι δεινὰ τῷ γήρᾳ κακά· δηλαδή: καὶ νῦν γε τούτω τὸν παλαιὸν δεσπότην πρὸς βίαν χειροῦσιν, οὐδὲν τῶν πάλαι μεμνημένοι διφθερῶν κἀξωμίδων, ἃς οὗτος αὐτοῖς ἠμπόλα, καὶ κυνᾶς: καὶ τοὺς πόδας χειμῶνος ὄντος ὠφέλει, ὥστε μὴ ῥιγῶν ἑκάστοτ: ἀλλὰ τούτοις γ οὐκ ἔνι οὐδ ἐν ὀφθαλμοῖσιν αἰδὼς τῶν παλαιῶν ἐμβάδων. οὐκ ἀφήσεις οὐδὲ νυνί μ ὦ κάκιστον θηρίον, οὐδ ἀναμνησθεὶς ὅθ εὑρὼν τοὺς βότρυς κλέπτοντά σε προσαγαγὼν πρὸς τὴν ἐλάαν ἐξέδειρ εὖ κἀνδρικῶς, ὥστε σε ζηλωτὸν εἶναι· σὺ δ ἀχάριστος ἦσθ ἄρα. ἀλλ ἄνες με καὶ σὺ καὶ σύ, πρὶν τὸν υἱὸν ἐκδραμεῖν. ἀλλὰ τούτων μὲν τάχ ἡμῖν δώσετον καλὴν δίκην, οὐκέτ ἐς μακρὰν ἵν εἰδῆθ οἱό῀ς ἐστ ἀνδρῶν τρόπος ὀξυθύμων καὶ δικαίων καὶ βλεπόντων κάρδαμα. παῖε παἶ ὦ Ξανθία τοὺς σφῆκας ἀπὸ τῆς οἰκίας. ἀλλὰ δρῶ τοῦτ: ἀλλὰ καὶ σὺ τῦφε πολλῷ τῷ καπνῷ. οὐχὶ σοῦσθ· οὐκ ἐς κόρακας· οὐκ ἄπιτε· παῖε τῷ ξύλῳ. καὶ σὺ προσθεὶς Αἰσχίνην ἔντυφε τὸν Σελλαρτίου. ἆρ ἐμέλλομέν ποθ ὑμᾶς ἀποσοβήσειν τῷ χρόνῳ.?
호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기