호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기
Ἡράκλεισ καὶ κέντρ’ ἔχουσιν. οὐχ ὁρᾷσ ὦ δέσποτα; οἷσ γ’ ἀπώλεσαν Φίλιππον ἐν δίκῃ τὸν Γοργίου. καὶ σέ γ’ αὐτοῖσ ἐξολοῦμεν· ἀλλὰ πᾶσ ἐπίστρεφε δεῦρο κἀξείρασ τὸ κέντρον εἶτ’ ἐπ’ αὐτὸν ἱέσο, ξυσταλεὶσ εὔτακτοσ ὀργῆσ καὶ μένουσ ἐμπλήμενοσ, ὡσ ἂν εὖ εἰδῇ τὸ λοιπὸν σμῆνοσ οἱο͂ν ὤργισεν. τοῦτο μέντοι δεινὸν ἤδη νὴ Δί’, εἰ μαχούμεθα· ὡσ ἔγωγ’ αὐτῶν ὁρῶν δέδοικα τὰσ ἐγκεντρίδασ. ἀλλ’ ἀφίει τὸν ἄνδρ’· εἰ δὲ μή, φήμ’ ἐγὼ τὰσ χελώνασ μακαριεῖν σε τοῦ δέρματοσ.

이 저작물은 크리에이티브 커먼즈 저작자표시-비영리 4.0 국제 라이선스에 따라 이용할 수 있습니다.
bab2min@gmail.com
호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기