- 텍스트

Aristophanes, Wasps, Choral, trochees

(아리스토파네스, Wasps, Choral, trochees)

Ἡράκλεις καὶ κέντρ ἔχουσιν.? οὐχ ὁρᾷς ὦ δέσποτα· οἷς γ ἀπώλεσαν Φίλιππον ἐν δίκῃ τὸν Γοργίου. καὶ σέ γ αὐτοῖς ἐξολοῦμεν: ἀλλὰ πᾶς ἐπίστρεφε δεῦρο κἀξείρας τὸ κέντρον εἶτ ἐπ αὐτὸν ἱέσο, ξυσταλεὶς εὔτακτος ὀργῆς καὶ μένους ἐμπλήμενος, ὡς ἂν εὖ εἰδῇ τὸ λοιπὸν σμῆνος οἱο῀ν ὤργισεν. τοῦτο μέντοι δεινὸν ἤδη νὴ Δί, εἰ μαχούμεθα: ὡς ἔγωγ αὐτῶν ὁρῶν δέδοικα τὰς ἐγκεντρίδας. ἀλλ ἀφίει τὸν ἄνδρ: εἰ δὲ μή, φήμ ἐγὼ τὰς χελώνας μακαριεῖν σε τοῦ δέρματος. εἰά῀ νυν ὦ ξυνδικασταὶ σφῆκες ὀξυκάρδιοι, οἱ μὲν ἐς τὸν πρωκτὸν αὐτῶν ἐσπέτεσθ ὠργισμένοι, οἱ δὲ τὠφθαλμὼ κύκλῳ κεντεῖτε καὶ τοὺς δακτύλους. ὦ Μίδα καὶ Φρὺξ βοήθει δεῦρο καὶ Μασιντύα, καὶ λάβεσθε τουτουὶ καὶ μὴ μεθῆσθε μηδενί: εἰ δὲ μή, ν πέδαις παχείαις οὐδὲν ἀριστήσετε. ὡς ἐγὼ πολλῶν ἀκούσας οἶδα θρίων τὸν ψόφον. εἰ δὲ μὴ τοῦτον μεθήσεις, ἔν τί σοι παγήσεται. ὦ Κέκροψ ἡρ´ως ἄναξ τὰ πρὸς ποδῶν Δρακοντίδη, περιορᾷς οὕτω μ ὑπ ἀνδρῶν βαρβάρων χειρούμενον, οὓς ἐγὼ δίδαξα κλάειν τέτταρ ἐς τὴν χοίνικα· εἶτα δῆτ οὐ πόλλ ἔνεστι δεινὰ τῷ γήρᾳ κακά· δηλαδή: καὶ νῦν γε τούτω τὸν παλαιὸν δεσπότην πρὸς βίαν χειροῦσιν, οὐδὲν τῶν πάλαι μεμνημένοι διφθερῶν κἀξωμίδων, ἃς οὗτος αὐτοῖς ἠμπόλα, καὶ κυνᾶς: καὶ τοὺς πόδας χειμῶνος ὄντος ὠφέλει, ὥστε μὴ ῥιγῶν ἑκάστοτ: ἀλλὰ τούτοις γ οὐκ ἔνι οὐδ ἐν ὀφθαλμοῖσιν αἰδὼς τῶν παλαιῶν ἐμβάδων. οὐκ ἀφήσεις οὐδὲ νυνί μ ὦ κάκιστον θηρίον, οὐδ ἀναμνησθεὶς ὅθ εὑρὼν τοὺς βότρυς κλέπτοντά σε προσαγαγὼν πρὸς τὴν ἐλάαν ἐξέδειρ εὖ κἀνδρικῶς, ὥστε σε ζηλωτὸν εἶναι· σὺ δ ἀχάριστος ἦσθ ἄρα. ἀλλ ἄνες με καὶ σὺ καὶ σύ, πρὶν τὸν υἱὸν ἐκδραμεῖν. ἀλλὰ τούτων μὲν τάχ ἡμῖν δώσετον καλὴν δίκην, οὐκέτ ἐς μακρὰν ἵν εἰδῆθ οἱό῀ς ἐστ ἀνδρῶν τρόπος ὀξυθύμων καὶ δικαίων καὶ βλεπόντων κάρδαμα. παῖε παἶ ὦ Ξανθία τοὺς σφῆκας ἀπὸ τῆς οἰκίας. ἀλλὰ δρῶ τοῦτ: ἀλλὰ καὶ σὺ τῦφε πολλῷ τῷ καπνῷ. οὐχὶ σοῦσθ· οὐκ ἐς κόρακας· οὐκ ἄπιτε· παῖε τῷ ξύλῳ. καὶ σὺ προσθεὶς Αἰσχίνην ἔντυφε τὸν Σελλαρτίου. ἆρ ἐμέλλομέν ποθ ὑμᾶς ἀποσοβήσειν τῷ χρόνῳ.?

상위

Wasps

목록

일치하는 문장이 없습니다.

SEARCH

MENU NAVIGATION