- 텍스트

Aristophanes, Wasps, Choral, strophe

(아리스토파네스, Wasps, Choral, strophe)

εἰπέ μοι τί μέλλομεν κινεῖν ἐκείνην τὴν χολήν, ἥνπερ, ἡνίκ ἄν τις ἡμῶν ὀργίσῃ τὴν σφηκιάν·? νῦν ἐκεῖνο νῦν ἐκεῖνο τοὐξύθυμον, ᾧ κολαζόμεσθα, κέντρον ἐντέτατ ὀξύ. ἀλλὰ θαἰμάτια βαλόντες ὡς τάχιστα, παιδία, θεῖτε καὶ βοᾶτε, καὶ Κλέωνι ταῦτ ἀγγέλλετε, καὶ κελεύετ αὐτὸν ἥκειν ὡς ἐπ ἄνδρα μισόπολιν ὄντα κἀπολούμενον, ὅτι τόνδε λόγον ἐσφέρει, μὴ δικάζειν δίκας. ὦγαθοὶ τὸ πρᾶγμ ἀκούσατ, ἀλλὰ μὴ κεκράγετε. νὴ Δί ἐς τὸν οὐρανόν γ. ὡς τοῦδ ἐγὼ οὐ μεθήσομαι. ταῦτα δῆτ οὐ δεινὰ καὶ τυραννίς ἐστιν ἐμφανής· ὦ πόλις καὶ Θεώρου θεοισεχθρία, κεἴ τις ἄλλος προέστηκεν ἡμῶν κόλαξ.?

상위

Wasps

목록

일치하는 문장이 없습니다.

SEARCH

MENU NAVIGATION