호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기
τίς ἂν οὖν εἰή·? ζητεῖθ ὑμεῖς, ὡς πᾶν <ἂν> ἔγωγε ποιοίην: οὕτω κιττῶ διὰ τῶν σανίδων μετὰ χοιρίνης περιελθεῖν. ἔστιν ὀπὴ δῆθ ἥντιν ἂν ἔνδοθεν οἱό῀ς τ εἰής διορύξαι, εἶτ ἐκδῦναι ῥάκεσιν κρυφθεὶς ὥσπερ πολύμητις Ὀδυσσεύς· πάντα πέφαρκται κοὐκ ἔστιν ὀπῆς οὐδ εἰ σέρφῳ διαδῦναι. ἀλλ ἄλλο τι δεῖ ζητεῖν ὑμᾶς: ὀπίαν δ οὐκ ἔστι γενέσθαι. μέμνησαι δῆθ, ὅτ ἐπὶ στρατιᾶς κλέψας ποτὲ τοὺς ὀβελίσκους ἱείς σαυτὸν κατὰ τοῦ τείχους ταχέως, ὅτε Νάξος ἑάλω. οἶδ: ἀλλὰ τί τοῦτ· οὐδὲν γὰρ τοῦτ ἐστὶν ἐκείνῳ προσόμοιον.
호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기