호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기
φίλοι, τήκομαι μὲν πάλαι διὰ τῆς ὀπῆς ὑμῶν ὑπακούων.? ἀλλὰ γὰρ οὐχ οἱό῀ς τ εἴμ ᾄδειν. τί ποιήσω· τηροῦμαι δ ὑπὸ τῶνδ, ἐπεὶ βούλομαί γε πάλαι μεθ ὑμῶν ἐλθὼν ἐπὶ τοὺς καδίσκους κακόν τι ποιῆσαι. ἀλλ ὦ Ζεῦ <Ζεῦ> μέγα βροντήσας ἤ με ποίησον καπνὸν ἐξαίφνης ἢ Προξενίδην ἢ τὸν Σέλλου τοῦτον τὸν ψευδαμάμαξυν. τόλμησον ἄναξ χαρίσασθαί μοι, πάθος οἰκτίρας: ἤ με κεραυνῷ διατινθαλέῳ σπόδισον ταχέως, κἄπειτ ἀνελών μ ἀποφυσήσας εἰς ὀξάλμην ἔμβαλε θερμήν: ἢ δῆτα λίθον με ποίησον ἐφ οὗ τὰς χοιρίνας ἀριθμοῦσι.?
호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기