호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기
χώρει πρόβαιν ἐρρωμένως.? ὦ Κωμία βραδύνεις. μὰ τὸν Δί οὐ μέντοι πρὸ τοῦ γ, ἀλλ ἦσθ ἱμὰς κύνειος: νυνὶ δὲ κρείττων ἐστί σου Χαρινάδης βαδίζειν. ὦ Στρυμόδωρε Κονθυλεῦ, βέλτιστε συνδικαστῶν, Εὐεργίδης ἆρ ἐστί που νταῦθ ἢ Χάβης ὁ Φλυεύς· πάρεσθ ὃ δὴ λοιπόν γ ἔτ ἐστίν, ἀππαπαῖ παπαιάξ, ἥβης ἐκείνης ἡνίκ ἐν Βυζαντίῳ ξυνῆμεν φρουροῦντ ἐγώ τε καὶ σύ: κᾆτα περιπατοῦντε νύκτωρ τῆς ἀρτοπώλιδος λαθόντ ἐκλέψαμεν τὸν ὅλμον, κᾆθ ἥψομεν τοῦ κορκόρου κατασχίσαντες αὐτόν. ἀλλ ἐγκονῶμεν ὦνδρες, ὡς ἔσται Λάχητι νυνί: σίμβλον δέ φασι χρημάτων ἔχειν ἅπαντες αὐτόν. χθὲς οὖν Κλέων ὁ κηδεμὼν ἡμῖν ἐφεῖτ ἐν ὡρ´ᾳ ἥκειν ἔχοντας ἡμερῶν ὀργὴν τριῶν πονηρὰν ἐπ αὐτόν, ὡς κολωμένους ὧν ἠδίκησεν. ἀλλὰ σπεύδωμεν ὦνδρες ἥλικες πρὶν ἡμέραν γενέσθαι. χωρῶμεν ἅμα τε τῷ λύχνῳ πάντῃ διασκοπῶμεν, μή που λίθος τις ἐμποδὼν ἡμᾶς κακόν τι δράσῃ. τὸν πηλὸν ὦ πάτερ πάτερ τουτονὶ φύλαξαι. κάρφος χαμᾶθέν νυν λαβὼν τὸν λύχνον πρόμυξον. οὔκ, ἀλλὰ τῳδί μοι δοκῶ τὸν λύχνον προβύσειν. τί δὴ μαθὼν τῷ δακτύλῳ τὴν θρυαλλίδ ὠθεῖς, καὶ ταῦτα τοὐλαίου σπανίζοντος ὦνόητε· οὐ γὰρ δάκνει ς, ὅταν δέῃ τίμιον πρίασθαι. εἰ νὴ Δί αὖθις κονδύλοις νουθετήσεθ ἡμᾶς, ἀποσβέσαντες τοὺς λύχνους ἄπιμεν οἴκαδ αὐτοί: κἄπειτ ἴσως ἐν τῷ σκότῳ τουτουὶ στερηθεὶς τὸν πηλὸν ὥσπερ ἀτταγᾶς τυρβάσεις βαδίζων. ἦ μὴν ἐγὼ σοῦ χἀτέρους μείζονας κολάζω. ἀλλ οὑτοσί μοι βόρβορος φαίνεται πατοῦντι: κοὐκ ἔσθ ὅπως οὐχ ἡμερῶν τεττάρων τὸ πλεῖστον ὕδωρ ἀναγκαίως ἔχει τὸν θεὸν ποιῆσαι. ἔπεισι γοῦν τοῖσιν λύχνοις οὑτοιὶ μύκητες: φιλεῖ δ, ὅταν τοῦτ ᾖ, ποιεῖν ὑετὸν μάλιστα. δεῖται δὲ καὶ τῶν καρπίμων ἅττα μή στι πρῷα ὕδωρ γενέσθαι κἀπιπνεῦσαι βόρειον αὐτοῖς. τί χρῆμ ἄρ οὑκ τῆς οἰκίας τῆσδε συνδικαστὴς πέπονθεν, ὡς οὐ φαίνεται δεῦρο πρὸς τὸ πλῆθος· οὐ μὴν πρὸ τοῦ γ ἐφολκὸς ἦν, ἀλλὰ πρῶτος ἡμῶν ἡγεῖτ ἂν ᾄδων Φρυνίχου: καὶ γάρ ἐστιν ἁνὴρ φιλῳδός. ἀλλά μοι δοκεῖ στάντας ἐνθάδ ὦνδρες ᾄδοντας αὐτὸν ἐκκαλεῖν, ἤν τί πως ἀκούσας τοὐμοῦ μέλους ὑφ ἡδονῆς ἑρπύσῃ θύραζε.?
호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기