호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기
ὦ θεοὶ τίν ἐς γῆν βαρβάρων ἀφίγμεθα ταχεῖ πεδίλῳ·? διὰ μέσου γὰρ αἰθέρος τέμνων κέλευθον πόδα τίθημ ὑπόπτερον Περσεὺς πρὸς Ἄργος ναυστολῶν τὸ Γοργόνος κάρα κομίζων. τί λέγι· τὴ Γόργος πέρι τὸ γραμματέο σὺ τὴ κεπαλή· τὴν Γοργόνος ἔγωγε φημί. Γόργο τοι κἀγὼ λέγι. ἐά: τίν ὄχθον τόνδ ὁρῶ καὶ παρθένον θεαῖς ὁμοίαν ναῦν ὅπως ὡρμισμένην· ὦ ξένε κατοίκτιρόν με τὴν παναθλίαν, λῦσόν με δεσμῶν. οὐκὶ μὶ λαλῆσι σύ· κατάρατο τολμᾷς ἀποτανουμένη λαλᾷς· ὦ παρθέν οἰκτίρω σὲ κρεμαμένην ὁρῶν. οὐ παρτέν ἐστίν, ἀλλ ἀμαρτωλὴ γέρων καὶ κλέπτο καὶ πανοῦργο. ληρεῖς ὦ Σκύθα. αὕτη γάρ ἐστιν Ἀνδρομέδα παῖς Κηφέως. σκέψαι τὸ κύστο: μή τι μικτὸν παίνεται· φέρε δεῦρό μοι τὴν χεῖρ, ἵν ἅψωμαι κόρης: φέρε Σκύθ: ἀνθρώποισι γὰρ νοσήματα ἅπασίν ἐστιν: ἐμὲ δὲ καὐτὸν τῆς κόρης ταύτης ἔρως εἴληφεν. οὐ ζηλῶσί σε: ἀτὰρ εἰ τὸ πρωκτὸ δεῦρο περιεστραμμένον, οὐκ ἐπτόνησά ς αὐτὸ πυγίζεις ἄγων. τί δ οὐκ ἐᾷς λύσαντά μ αὐτὴν ὦ Σκύθα πεσεῖν ἐς εὐνὴν καὶ γαμήλιον λέχος· εἰ σπόδρ ἐπιτυμεῖς τὴ γέροντο πύγισο, τὴ σανίδο τρήσας ἐξόπιστο πρώκτισον. μὰ Δί ἀλλὰ λύσω δεσμά. μαστιγῶ ς ἄρα. καὶ μὴν ποιήσω τοῦτο. τὸ κεπαλή ς ἄρα τὸ ξιπομάκαιραν ἀποκεκόψι τουτοϊ. αἰαῖ: τί δράσω· πρὸς τίνας στρεφθῶ λόγους· ἀλλ οὐ <γὰρ> ἂν δέξαιτο βάρβαρος φύσις. σκαιοῖσι γάρ τοι καινὰ προσφέρων σοφὰ μάτην ἀναλίσκοις ἄν, ἀλλ ἄλλην τινὰ τούτῳ πρέπουσαν μηχανὴν προσοιστέον. μιαρὸς ἀλώπηξ, οἰο῀ν ἐπιτήκιζί μοι. μέμνησο Περσεῦ μ ὡς καταλείπεις ἀθλίαν. ἔτι γὰρ σὺ τὴ μάστιγαν ἐπιτυμεῖς λαβεῖν·?
호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기