호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기
ὦ νὺξ ἱερὰ ὡς μακρὸν ἵππευμα διώκεις ἀστεροειδέα νῶτα διφρεύους αἰθέρος ἱερᾶς τοῦ σεμνοτάτου δι Ὀλύμπου·? δι Ὀλύμπου. τί ποτ Ἀνδρομέδα περίαλλα κακῶν μέρος ἐξέλαχον - μέρος ἐξέλαχον - θανάτου τλήμων· θανάτου τλήμων· ἀπολεῖς μ ὦ γραῦ στωμυλλομένη. στωμυλλομένη. νὴ Δί ὀχληρά γ εἰσήρρηκας λίαν. λίαν. ὦγάθ ἐάσόν με μονῳδῆσαι, καὶ χαριεῖ μοι. παῦσαι. παῦσαι. βάλλ ἐς κόρακας. βάλλ ἐς κόρακας. τί κακόν· τί κακόν· ληρεῖς. ληρεῖς. οἴμωζ. οἴμωζ. ὀτότυζ. ὀτότυζ. οὖτος σί λαλῖς· οὖτος σί λαλῖς· πρυτάνεις καλέσω· πρυτάνεις καλέσω· σί κακόν· σί κακόν· πῶτε τὸ πωνή· πῶτε τὸ πωνή· σὺ λαλῖς· σὺ λαλῖς· κλαύσει. κλαύσει. κακκάσκι μοι· κακκάσκι μοι· μὰ Δί ἀλλὰ γυνὴ πλησίον αὕτη. πλησίον αὕτη. ποῦ στ η μιαρά· καὶ δὴ πεύγει. ποῖ ποῖ πεύγεις· < ποῖ ποῖ πεύγεις· > οὐ καιρήσεις· < οὐ καιρήσεις· > ἔτι γὰρ γρύζεις· ἔτι γὰρ γρύζεις· λαβὲ τὴ μιαρά. λαβὲ τὴ μιαρά. λάλο καὶ κατάρατο γύναικο.?
호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기