- 텍스트

Aristophanes, Thesmophoriazusae, Lyric-Scene, lyric

(아리스토파네스, Thesmophoriazusae, Lyric-Scene, lyric)

φίλαι παρθένοι φίλαι, πῶς ἂν <οὖν> ἐπέλθοιμι καὶ τὸν Σκύθην λάθοιμι·? κλύεις· ὦ πρὸς αἰδοῦς σὲ τὰν ἐν ἄντροις, κατάνευσον, ἐάσον ὡς τὴν γυναῖκά μ ἐλθεῖν. ἄνοικτος ὅς μ ἔδησε τὸν πολυστονώτατον βροτῶν: μόλις δὲ γραῖαν ἀποφυγὼν σαπρὰν ἀπωλόμην ὅμως. ὅδε γὰρ ὁ Σκύθης πάλαι <μοι> φύλαξ ἐφεστὼς ὀλοὸν ἄφιλον ἐκρέμασεν κόραξι δεῖπνον. ὁρᾷς· οὐ χοροῖσιν οὐδ ὑφ ἡλίκων νεανίδων κημὸν ἕστηκ ἔχους, ἀλλ ἐν πυκνοῖς δεσμοῖσιν ἐμπεπλεγμένη κήτει βορὰ Γλαυκέτῃ πρόκειμαι, γαμηλίῳ μὲν οὐ ξὺν παιῶνι δεσμίῳ δὲ γοᾶσθέ μ ὦ γυναῖκες, ὡς μέλεα μὲν πέπονθα μέλεος, ὦ τάλας ἐγὼ τάλας, ἀπὸ δὲ συγγόνων τάλαν ἄνομα πάθεα, φῶτά <τε> λιτομέναν, πολυδάκρυτον Αἴδα γόον φεύγουσαν αἰαῖ αἰαῖ ἐ` ἐ`, ὃς ἔμ ἀπεξύρησε πρῶτον, ὃς ἐμὲ κροκόεντ ἐνέδυσεν: ἐπὶ δὲ τοῖσδ <ἐς> τόδ ἀνέπεμψεν ἱερόν, ἔνθα γυναῖκες. ἰώ μοι μοίρας ἄτεγκτε δαίμων: ὦ κατάρατος ἐγώ: τίς ἐμὸν οὐκ ἐπόψεται πάθος ἀμέγαρτον ἐπὶ κακῶν παρουσίᾳ· εἴθε με πυρφόρος αἰθέρος ἀστὴρ - τὸν βάρβαρον ἐξολέσειεν. οὐ γὰρ ἔτ ἀθανάταν φλόγα λεύσσειν ἐστὶν ἐμοὶ φίλον, ὡς ἐκρεμάσθην, λαιμότμητ ἄχη δαιμόνων αἰόλαν νέκυσιν ἐπὶ πορείαν.?

일치하는 문장이 없습니다.

SEARCH

MENU NAVIGATION