호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기
ἄγε νυν ἡμεῖς παίσωμεν ἅπερ νόμος ἐνθάδε ταῖσι γυναιξίν, ὅταν ὄργια σεμνὰ θεοῖν ἱεραῖς ὡρ´αις ἀνέχωμεν, ἅπερ καὶ Παύσων σέβεται καὶ νηστεύει, πολλάκις αὐτοῖν ἐκ τῶν ὡρῶν ἐς τὰς ὡρ´ας ξυνεπευχόμενος τοιαῦτα μέλειν θάμ ἑαυτῷ.? ὁρ´μα χώρει: κοῦφα ποσὶν ἄγ ἐς κύκλον, χειρὶ σύναπτε χεῖρα, ῥυθμὸν χορείας ὕπαγε πᾶσα: βαῖνε καρπαλίμοιν ποδοῖν. ἐπισκοπεῖν δὲ πανταχῇ κυκλοῦσαν ὄμμα χρὴ χοροῦ κατάστασιν.?
호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기