호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기
πόλλ ἂν αἱ γυναῖκες ἡμεῖς ἐν δίκῃ μεμψαίμεθ ἂν τοῖσιν ἀνδράσιν δικαίως, ἓν δ ὑπερφυέστατον.? χρῆν γάρ, ἡμῶν εἰ τέκοι τις ἄνδρα χρηστὸν τῇ πόλει, ταξίαρχον ἢ στρατηγόν, λαμβάνειν τιμήν τινα, προεδρίαν τ αὐτῇ δίδοσθαι Στηνίοισι καὶ Σκίροις ἔν τε ταῖς ἄλλαις ἑορταῖς αἷσιν ἡμεῖς ἤγομεν: εἰ δὲ δειλὸν καὶ πονηρὸν ἄνδρα τις τέκοι γυνή, ἢ τριήραρχον πονηρὸν ἢ κυβερνήτην κακόν, ὑστέραν αὐτὴν καθῆσθαι σκάφιον ἀποκεκαρμένην τῆς τὸν ἀνδρεῖον τεκούσης. τῷ γὰρ εἰκὸς ὦ πόλις τὴν Ὑπερβόλου καθῆσθαι μητέρ ἠμφιεσμένην λευκὰ καὶ κόμας καθεῖσαν πλησίον τῆς Λαμάχου, καὶ δανείζειν χρήμαθ, ᾗ χρῆν, εἰ δανείσειέν τινι καὶ τόκον πράττοιτο, διδόναι μηδέν ἀνθρώπων τόκον, ἀλλ ἀφαιρεῖσθαι βίᾳ τὰ χρήματ εἰπόντας τοδί, ἀξία γοῦν εἶ τόκου τεκοῦσα τοιοῦτον τόκον.?
호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기