호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기
ἡμεῖς τοίνυν ἡμᾶς αὐτὰς εὖ λέξωμεν παραβᾶσαι, καίτοι πᾶς τις τὸ γυναικεῖον φῦλον κακὰ πόλλ ἀγορεύει, ὡς πᾶν ἐσμὲν κακὸν ἀνθρώποις κἀξ ἡμῶν ἐστιν ἅπαντα, ἔριδες νείκη στάσις ἀργαλέα λύπη πόλεμος.? φέρε δή νυν, εἰ κακόν ἐσμεν, τί γαμεῖθ ἡμᾶς, εἴπερ ἀληθῶς κακόν ἐσμεν, κἀπαγορεύετε μήτ ἐξελθεῖν μήτ ἐκκύψασαν ἁλῶναι, ἀλλ οὑτωσὶ πολλῇ σπουδῇ τὸ κακὸν βούλεσθε φυλάττειν· κἂν ἐξέλθῃ τὸ γύναιόν ποι, κᾆθ εὑρ´ητ αὐτὸ θύρασιν, μανίας μαίνεσθ, οὓς χρῆν σπένδειν καὶ χαίρειν, εἴπερ ἀληθῶς ἔνδοθεν ηὑρ´ετε φροῦδον τὸ κακὸν καὶ μὴ κατελαμβάνετ ἔνδον. κἂν καταδάρθωμεν ἐν ἀλλοτρίων παίζουσαι καὶ κοπιῶσαι, πᾶς τις τὸ κακὸν τοῦτο ζητεῖ περὶ τὰς κλίνας περινοστῶν. κἂν ἐκ θυρίδος παρακύπτωμεν, τὸ κακὸν ζητεῖτε θεᾶσθαι: κἂν αἰσχυνθεῖς ἀναχωρήσῃ, πολὺ μᾶλλον πᾶς ἐπιθυμεῖ αὖθις τὸ κακὸν παρακύψαν ἰδεῖν. οὕτως ἡμεῖς ἐπιδήλως ὑμῶν ἐσμεν πολὺ βελτίους, βάσανός τε πάρεστιν ἰδέσθαι. βάσανον δῶμεν πότεροι χείρους. ἡμεῖς μὲν γάρ φαμεν ὑμᾶς, ὑμεῖς δ ἡμᾶς. σκεψώμεθα δὴ κἀντιτιθῶμεν πρὸς ἕκαστον, παραβάλλουσαι τῆς τε γυναικὸς καὶ τἀνδρὸς τοὔνομ ἑκάστου. Ναυσιμάχης μέν <γ> ἥττων ἐστὶν Χαρμῖνος: δῆλα δὲ τἄργα. καὶ μὲν δὴ καὶ Κλεοφῶν χείρων πάντως δήπου Ξαλαβακχοῦς. πρὸς Ἀριστομάχην δὲ χρόνου πολλοῦ, πρὸς ἐκείνην τὴν Μαραθῶνι, καὶ Ξτρατονίκην ὑμῶν οὐδεὶς οὐδ ἐγχειρεῖ πολεμίζειν. ἀλλ Εὐβούλης τῶν πέρυσίν τις βουλευτής ἐστιν ἀμείνων παραδοὺς ἑτέρῳ τὴν βουλείαν· οὐδ αὐτὸς τοῦτό γε φήσεις. οὕτως ἡμεῖς πολὺ βελτίους τῶν ἀνδρῶν εὐχόμεθ εἶναι. οὐδ ἂν κλέψασα γυνὴ ζεύγει κατὰ πεντήκοντα τάλαντα ἐς πόλιν ἔλθοι τῶν δημοσίων: ἀλλ ἢν τὰ μέγισθ ὑφέληται φορμὸν πυρῶν τἀνδρὸς κλέψας, αὐθημερὸν αὔτ ἀπέδωκεν.?
호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기