호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기
τί ἂν οὖν εἴποι πρὸς ταῦτά τις, ὅτε τοιαῦτα ποιῶν ὅδ ἀναισχυντεῖ·? κοὔπω μέντοι γε πέπαυμαι. ἀλλ οὖν ἥκεις γ ὅθεν οὐ φαύλως γ ἀποδρὰς λέξεις οἱο῀ν δράσας διέδυς ἔργον, λήψει δὲ κακόν. τοῦτο μέντοι μὴ γένοιτο μηδαμῶς, ἀπεύχομαι. τίς οὖν σοι, τίς ἂν σύμμαχος ἐκ θεῶν ἀθανάτων ἔλθοι ξὺν ἀδίκοις ἔργοις· μάτην λαλεῖτε: τὴν δ ἐγὼ οὐκ ἀφήσω. ἀλλ οὐ μὰ τὼ θεὼ τάχ οὐ χαίρων ἴσως ἐνυβριεῖς λόγους λέξεις τ ἀνοσίους <ἐπ> ἀθέοις ἔργοις: <καὶ> γὰρ ἀνταμειψόμεσθά ς ὥσπερ εἰκὸς ἀντὶ τῶνδε. τάχα δὲ μεταβαλοῦς ἐπὶ κακὸν ἑτερότροπον ἐπέχει τύχη. ἀλλὰ τάσδε μὲν λαβεῖν χρῆν ς ἐκφέρειν τε τῶν ξύλων, καὶ καταίθειν τὸν πανοῦργον πυρπολεῖν θ ὅσον τάχος.?
호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기