호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기
ἢν γάρ με λάθῃ δράσας ἀνόσια, δώσει τε δίκην καὶ πρὸς τούτῳ τοῖς ἄλλοις ἀνδράσιν ἔσται παράδειγμ ὕβρεως ἀδίκων τ ἔργων ἀθέων τε τρόπων:? φήσει δ εἶναί τε θεοὺς φανερῶς, δείξει τ ἤδη πᾶσιν ἀνθρώποις σεβίζειν δαίμονας . . . δικαίως τ ἐφέποντας ὅσια καὶ νόμιμα μηδομένους ποιεῖν ὅ τι καλῶς ἔχει. κἂν μὴ ποιῶσι ταῦτα τοιάδ ἔσται: αὐτῶν ὅταν ληφθῇ τις ἀνόσιόν τι δρῶν, μανίαις φλέγων λύσσῃ παράκοπος, εἴ τι δρῴη πᾶσιν ἐμφανὴς ὁρᾶν ἔσται γυναιξὶ καὶ βροτοῖσιν, ὅτι τά <τε> παράνομα τά τ ἀνόσια <παρὼν> θεὸς ἀποτίνεται. ἀλλ ἐοίχ ἡμῖν ἅπαντά τως διεσκέφθαι καλῶς. οὐχ ὁρῶμεν γοῦν ἔτ ἄλλον οὐδέν ἐγκαθήμενον.?
호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기