- 텍스트

Aristophanes, Thesmophoriazusae, Lyric-Scene, strophe 2 1:

(아리스토파네스, Thesmophoriazusae, Lyric-Scene, strophe 2 1:)

τὸ μὲν ὦ γυναῖκες ὀξυθυμεῖσθαι σφόδρα Εὐριπίδῃ, τοιαῦτ ἀκουούσας κακά, οὐ θαυμάσιόν ἐστ, οὐδ ἐπιζεῖν τὴν χολήν.? καὐτὴ γὰρ ἔγωγ, οὕτως ὀναίμην τῶν τέκνων, μισῶ τὸν ἄνδρ ἐκεῖνον, εἰ μὴ μαίνομαι. ὅμως δ ἐν ἀλλήλαισι χρὴ δοῦναι λόγον: αὐταὶ γάρ ἐσμεν, κοὐδεμί ἔκφορος λόγου. τί ταῦτ ἔχουσαι κεῖνον αἰτιώμεθα βαρέως τε φέρομεν, εἰ δύ ἡμῶν ἢ τρία κακὰ ξυνειδὼς εἶπε δρώσας μυρία· ἐγὼ γὰρ αὐτὴ πρῶτον, ἵνα μἄλλην λέγω, ξύνοιδ ἐμαυτῇ πολλὰ <δείν: > ἐκεῖνο δ οὖν δεινότατον, ὅτε νύμφη μὲν ἦν τρεῖς ἡμέρας, ὁ δ ἀνὴρ παρ ἐμοὶ καθηῦδεν: ἦν δέ μοι φίλος, ὅσπερ με διεκόρησεν οὖσαν ἑπτέτιν. οὖτος πόθῳ μου κνυεν ἐλθὼν τὴν θύραν: κᾆτ εὐφὺς ἔγνων: εἶτα καταβαίνω λάθρᾳ. ὁ δ ἀνὴρ ἐρωτᾷ ποῖ σὺ καταβαίνεις· ὅποι· στρόφος μ ἔχει τὴν γαστέρ ὦνερ κὠδύνη: ἐς τὸν κοπρῶν οὖν ἔρχομαι. βάδιζέ νυν: κᾆθ ὁ μὲν ἔτριβε κεδρίδας ἄννηθον σφάκον: ἐγὼ δὲ καταχέασα τοῦ στροφέως ὕδωρ ἐξῆλθον ὡς τὸν μοιχόν: εἶτ ἠρειδόμην παρὰ τὸν Ἀγυιᾶ κύβδ ἐχομένη τῆς δάφνης. ταῦτ οὐδεπώποτ εἶφ, ὁρᾶτ, Εὐριπίδης: οὐδ ὡς ὑπὸ τῶν δούλων τε κὠρεωκόμων σποδούμεθ, ἢν μὴ χωμεν ἕτερον, οὐ λέγει: οὐδ ὡς ὅταν μάλισθ ὑπό του ληκώμεθα τὴν νύχθ, ἑώθεν σκόροδα διαμασώμεθα, ἵν ὀσφρόμενος ἁνὴρ ἀπὸ τείχους εἰσιὼν μηδὲν κακὸν δρᾶν ὑποτοπῆται. ταῦθ, ὁρᾷς, οὐπώποτ εἶπεν. εἰ δὲ Φαίδραν λοιδορεῖ, ἡμῖν τί τοῦτ ἔστ· οὐδ ἐκεῖν εἴρηκέ πω, ὡς ἡ γυνὴ δεικνῦσα τἀνδρὶ τοὔγκυκλον ὑπ αὐγὰς οἱό῀ν ἐστιν, ἐγκεκαλυμμένον τὸν μοιχὸν ἐξέπεμψεν, οὐκ εἴρηκέ πω. ἑτέραν δ ἐγᾦδ ἣ φασκεν ὠδίνειν γυνὴ δέχ ἡμέρας, ἐώς ἐπρίατο παιδίον: ὁ δ ἀνὴρ περιέτρεχ ὠκυτόκι ὠνούμενος: τὸ δ εἰσέφερε γραῦς ἐν χύτρᾳ τὸ παιδίον, ἵνα μὴ βό η, κηρίῳ βεβυσμένον: εἶθ ὡς ἔνευσεν ἡ φέρους, εὐθὺς βοᾷ, ἄπελθ ἄπελθ, ἤδη γὰρ ὦνέρ μοι δοκῶ τέξειν. τὸ γὰρ ἦτρον τῆς χύτρας ἐλάκτισεν: χὠ μὲν γεγηθὼς ἔτρεχεν, ἡ δ ἐξέσπασεν ἐκ τοῦ στόματος τοῦ παιδίου, τὸ δ ἀνέκραγεν. εἶθ ἡ μιαρὰ γραῦς, ἣ φερεν τὸ παιδίον, θεῖ μειδιῶσα πρὸς τὸν ἄνδρα καὶ λέγει, λέων λέων σοι γέγονεν, αὔτ ἔκμαγμα σόν, τά τ ἄλλ ἁπαξάπαντα καὶ τὸ πόσθιον τῷ σῷ προσόμοιον, στρεβλὸν ὥσπερ κύτταρον. ταῦτ οὐ ποιοῦμεν τὰ κακά· νὴ τὴν Ἄρτεμιν ἡμεῖς γε. κᾆτ Εὐριπίδῃ θυμούμεθα, οὐδὲν παθοῦσαι μεῖζον ἢ δεδράκαμεν·

일치하는 문장이 없습니다.

SEARCH

MENU NAVIGATION