- 텍스트

Aristophanes, Plutus, Agon, pnigos

(아리스토파네스, Plutus, Agon, pnigos)

ἀλλὰ φθείρου καὶ μὴ γρύξῃς ἔτι μηδ ὁτιοῦν.? οὐ γὰρ πείσεις, οὐδ ἢν πείσῃς. ὦ πόλις Ἄργους, κλύεθ οἱᾶ λέγει. Παύσωνα κάλει τὸν ξύσσιτον. τί πάθω τλήμων· ἔρρ ἐς κόρακας θᾶττον ἀφ ἡμῶν. εἶμι δὲ ποῖ γῆς· ἐς τὸν κύφων: ἀλλ οὐ μέλλειν χρῆν ς, ἀλλ ἀνύειν. ἦ μὴν ὑμεῖς γ ἔτι μ ἐνταυθοῖ μεταπέμψεσθον. τότε νοστήσεις: νῦν δὲ φθείρου. κρεῖττον γάρ μοι πλουτεῖν ἐστίν, σὲ δ ἐᾶν κλάειν μακρὰ τὴν κεφαλήν. νὴ Δί ἐγὼ γοῦν ἐθέλω πλουτῶν εὐωχεῖσθαι μετὰ τῶν παίδων τῆς τε γυναικός, καὶ λουσάμενος λιπαρὸς χωρῶν ἐκ βαλανείου τῶν χειροτεχνῶν καὶ τῆς Πενίας καταπαρδεῖν.

일치하는 문장이 없습니다.

SEARCH

MENU NAVIGATION