- 텍스트

Aristophanes, Plutus, Agon, epirrheme 1:

(아리스토파네스, Plutus, Agon, epirrheme 1:)

σὺ γὰρ ἂν πορίσαι τί δύναι ἀγαθὸν φῴδων ἐκ βαλανείου καὶ παιδαρίων ὑποπεινώντων καὶ γραι:? δίων κολοσυρτόν· φθειρῶν τ ἀριθμὸν καὶ κωνώπων καὶ ψυλλῶν οὐδὲ λέγω σοι ὑπὸ τοῦ πλήθους, αἳ βομβοῦσαι περὶ τὴν κεφαλὴν ἀνιῶσιν, ἐπεγείρουσαι καὶ φράζουσαι, πεινήσεις, ἀλλ ἐπανίστω. πρὸς δέ γε τούτοις ἀνθ ἱματίου μὲν ἔχειν ῥάκος: ἀντὶ δὲ κλίνης στιβάδα σχοίνων κόρεων μεστήν, ἣ τοὺς εὕδοντας ἐγείρει: καὶ φορμὸν ἔχειν ἀντὶ τάπητος σαπρόν: ἀντὶ δὲ προσκεφαλαίου λίθον ἐυμεγέθη πρὸς τῇ κεφαλῇ: σιτεῖσθαι δ ἀντὶ μὲν ἄρτων μαλάχης πτόρθους, ἀντὶ δὲ μάζης φυλλεῖ ἰσχνῶν ῥαφανίδων, ἀντὶ δὲ θράνους στάμνου κεφαλὴν κατεαγότος, ἀντὶ δὲ μάκτρας φιδάκνης πλευρὰν ἐρρωγυῖαν καὶ ταύτην. ἆρά γε πολλῶν ἀγαθῶν πᾶσιν τοῖς ἀνθρὠποις ἀποφαίνω ς αἴτιον οὖσαν· σὺ μὲν οὐ τὸν ἐμὸν βίον εἴρηκας, τὸν τῶν πτωχῶν δ ὑπεκρούσω. οὐκοῦν δήπου τῆς Πτωχείας Πενίαν φαμὲν εἶναι ἀδελφήν. ὑμεῖς γ οἵπερ καὶ Θρασυβούλῳ Διονύσιον εἶναι ὅμοιον. ἀλλ οὐχ οὑμὸς τοῦτο πέπονθεν βίος οὐ μὰ Δί, οὐδέ γε μέλλει. πτωχοῦ μὲν γὰρ βίος, ὃν σὺ λέγεις, ζῆν ἐστιν μηδὲν ἔχοντα: τοῦ δὲ πένητος ζῆν φειδόμενον καὶ τοῖς ἔργοις προς έχοντα, περιγίγνεσθαι δ αὐτῷ μηδέν, μὴ μέντοι μηδ ἐπιλείπειν. ὡς μακαρίτην ὦ Δάματερ τὸν βίον αὐτοῦ κατέλεξας, εἰ φεισάμενος καὶ μοχθήσας καταλείψει μηδὲ ταφῆναι. σκώπτειν πειρᾷ καὶ κωμῳδεῖν τοῦ σπουδάζειν ἀμελήσας, οὐ γιγνώσκων ὅτι τοῦ Πλούτου παρέχω βελτίονας ἄνδρας καὶ τὴν γνώμην καὶ τὴν ἰδέαν. παρὰ τῷ μὲν γὰρ ποδαγρῶντες καὶ γαστρώδεις καὶ παχύκνημοι καὶ πίονές εἰσιν ἀσελγῶς, παρ ἐμοὶ δ ἰσχνοὶ καὶ σφηκώδεις καὶ τοῖς ἐχθροῖς ἀνιαροί. ἀπὸ τοῦ λιμοῦ γὰρ ἴσως αὐτοῖς τὸ σφηκῶδες σὺ πορίζεις. περὶ σωφροσύνης ἤδη τοίνυν περανῶ σφῷν κἀναδιδάξω ὅτι κοσμιότης οἰκεῖ μετ ἐμοῦ, τοῦ Πλούτου δ ἐστὶι ὑβρίζειν. πάνυ γοῦν κλέπτειν κόσμιόν ἐστιν καὶ τοὺς τοίχους διορύττειν. νὴ τὸν Δί, εἰ δεῖ λαθεῖν αὐτόν, πῶς οὐχὶ κόσμιόν ἐστι· σκέψαι τοίνυν ἐν ταῖς πόλεσιν τοὺς ῥήτορας, ὡς ὁπόταν μὲν ὦσι πένητες, περὶ τὸν δῆμον καὶ τὴν πόλιν εἰσὶ δίκαιοι, πλουτήσαντες δ ἀπὸ τῶν κοινῶν παραχρῆμ ἄδικοι γεγένηνται, ἐπιβουλεύουσί τε τῷ πλήθει καὶ τῷ δήμῳ πολεμοῦσιν. ἀλλ οὐ ψεύδει τούτων γ οὐδέν, καίπερ σφόδρα βάσκανος οὖσα. ἀτὰρ οὐχ ἧττόν γ οὐδὲν κλαύσει, μηδὲν ταύτῃ γε κομήσῃς, ὁτιὴ ζητεῖς τοῦτ ἀναπείθειν ἡμᾶς, ὡς ἔστιν ἄμεινον Πενία Πλούτου. καὶ σύ γ ἐλέγξαι μ οὔπω δύνασαι περὶ τούτου, ἀλλὰ φλυαρεῖς καὶ πτερυγίζεις. καὶ πῶς φεύγουσί ς ἅπαντες· ὅτι βελτίους αὐτοὺς ποιῶ. σκέψασθαι δ ἔστι μάλιστα ἀπὸ τῶν παίδων: τοὺς γὰρ πατέρας φεύγουσι φρονοῦντας ἄριστα αὐτοῖς. οὕτω διαγιγνώσκειν χαλεπὸν πρᾶγμ ἐστὶ δίκαιον. τὸν Δία φήσεις ἆρ οὐκ ὀρθῶς διαγιγνώσκειν τὸ κράτιστον: κἀκεῖνος γὰρ τὸν Πλοῦτον ἔχει. ταύτην δ ἡμῖν ἀποπέμπει. ἀλλ ὦ Κρονικαῖς λήμαις ὄντως λημῶντες τὰς φρένας ἄμφω, ὁ Ζεὺς δήπου πένεται, καὶ τοῦτ ἤδη φανερῶς σε διδάξω. εἰ γὰρ ἐπλούτει, πῶς ἂν ποιῶν τὸν Ὀλυμπικὸν αὐτὸς ἀγῶνα ἵνα τοὺς Ἕλληνας ἅπαντας ἀεὶ δι ἔτους πέμπτου ξυναγείρει, ἀνεκήρυττεν τῶν ἀσκητῶν τοὺς νικῶντας στεφανώσας κοτίνου στεφάνῳ· καίτοι χρυσῷ μᾶλλον ἐχρῆν, εἴπερ ἐπλούτει. οὐκοῦν τούτῳ δήπου δηλοῖ τιμῶν τὸν Πλοῦτον ἐκεῖνος: φειδόμενος γὰρ καὶ βουλόμενος τούτου μηδὲν δαπανᾶσθαι, λήροις ἀναδῶν τοὺς νικῶντας τὸν Πλοῦτον ἐᾷ παρ ἑαυτῷ. πολὺ τῆς Πενίας πρᾶγμ αἴσχιον ζητεῖς αὐτῷ περιάψαι, εἰ πλούσιος ὢν ἀνελεύθερός ἐσθ οὑτωσὶ καὶ φιλοκερδής. ἀλλὰ σέ γ ὁ Ζεὺς ἐξολέσειεν κοτίνου στεφάνῳ στεφανώσας. τὸ γὰρ ἀντιλέγειν τολμᾶν ὑμᾶς ὡς οὐ πάντ ἔστ ἀγάθ ὑμῖν διὰ τὴν Πενίαν. παρὰ τῆς Ἑκάτης ἔξεστιν τοῦτο πυθέσθαι, εἴτε τὸ πλουτεῖν εἴτε τὸ πεινῆν βέλτιον. φησὶ γὰρ αὕτη τοὺς μὲν ἔχοντας καὶ πλουτοῦντας δεῖπνον κατὰ μῆν ἀποπέμπειν, τοὺς δὲ πένητας τῶν ἀνθρώπων ἁρπάζειν πρὶν καταθεῖναι.

일치하는 문장이 없습니다.

SEARCH

MENU NAVIGATION