호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기
φανερὸν μὲν ἔγωγ οἶμαι γνῶναι τοῦτ εἶναι πᾶσιν ὁμοίως, ὅτι τοὺς χρηστοὺς τῶν ἀνθρώπων εὖ πράττειν ἐστὶ δίκαιον, τοὺς δὲ πονηροὺς καὶ τοὺς ἀθέους τούτων τἀναντία δήπου.? τοῦτ οὖν ἡμεῖς ἐπιθυμοῦντες μόλις ηὑρ´ομεν, ὥστε γενέσθαι βούλευμα καλὸν καὶ γενναῖον καὶ χρήσιμον εἰς ἅπαν ἔργον. ἢν γὰρ ὁ Πλοῦτος νυνὶ βλέψῃ καὶ μὴ τυφλὸς ὢν περινοστῇ, ὡς τοὺς ἀγαθοὺς τῶν ἀνθρώπων βαδιεῖται κοὐκ ἀπολείψει, τοὺς δὲ πονηροὺς καὶ τοὺς ἀθέους φευξεῖται: κᾆτα ποιήσει πάντας χρηστοὺς καὶ πλουτοῦντας δήπου τά τε θεῖα σέβοντας. καίτοι τούτου τοῖς ἀνθρώποις τίς ἂν ἐξεύροι ποτ ἄμεινον· οὐδείς: τούτου μάρτυς ἐγώ σοι: μηδὲν ταύτην γ ἀνερώτα. ὡς μὲν γὰρ νῦν ἡμῖν ὁ βίος τοῖς ἀνθρώποις διάκειται, τίς ἂν οὐχ ἡγοῖτ εἶναι μανίαν κακοδαιμονίαν τ ἔτι μᾶλλον· πολλοὶ μὲν γὰρ τῶν ἀνθρώπων ὄντες πλουτοῦσι πονηροί, ἀδίκως αὐτὰ ξυλλεξάμενοι: πολλοὶ δ ὄντες πάνυ χρηστοὶ πράττουσι κακῶς καὶ πεινῶσιν μετὰ σοῦ τε τὰ πλεῖστα σύνεισιν. οὔκουν εἶναί φημ, εἰ παύσει ταύτην βλέψας ποθ ὁ Πλοῦτος, ὁδὸν ἥντιν ἰὼν τοῖς ἀνθρώποις ἀγάθ ἄν μείζω πορίσειεν. ἀλλ ὦ πάντων ῥᾷστ ἀνθρώπων ἀναπεισθέντ οὐχ ὑγιαίνειν δύο πρεσβύτα, ξυνθιασώτα τοῦ ληρεῖν καὶ παραπαίειν, εἰ τοῦτο γένοιθ ὃ ποθεῖθ ὑμεῖς, οὔ φημ ἂν λυσιτελεῖν σφῷν. εἰ γὰρ ὁ Πλοῦτος βλέψειε πάλιν διανείμειέν τ ἴσον αὑτόν, οὔτε τέχνην ἂν τῶν ἀνθρώπων οὔτ ἂν σοφίαν μελετῴη οὐδείς: ἀμφοῖν δ ὑμῖν τούτοιν ἀφανισθέντοιν ἐθελήσει τίς χαλκεύειν ἢ ναυπηγεῖν ἢ ῥάπτειν ἢ τροχοποιεῖν, ἢ σκυτοτομεῖν ἢ πλινθουργεῖν ἢ πλύνειν ἢ σκυλοδεψεῖν, ἢ γῆς ἀρότροις ῥήξας δάπεδον καρπὸν Δηοῦς θερίσασθαι, ἢν ἐξῇ ζῆν ἀργοῖς ὑμῖν πάντων ἀμελοῦσιν· λῆρον ληρεῖς. ταῦτα γὰρ ἡμῖν πάνθ ὅσα νῦν δὴ κατέλεξας οἱ θεράποντες μοχθήσουσιν. πόθεν οὖν ἕξεις θεράποντας· ὠνησόμεθ ἀργυρίου δήπου. τίς δ ἔσται πρῶτον ὁ πωλῶν, ὅταν ἀργύριον κἀκεῖνος ἔχῃ· κερδαίνειν βουλόμενός τις ἔμπορος ἥκων ἐκ Θετταλίας παρὰ πλείστων ἀνδραποδιστῶν. ἀλλ οὐδ ἔσται πρῶτον ἁπάντων οὐδεὶς οὐδ ἀνδραποδιστὴς κατὰ τὸν λόγον ὃν σὺ λέγεις δήπου. τίς γὰρ πλουτῶν ἐθελήσει κινδυνεύων περὶ τῆς ψυχῆς τῆς αὑτοῦ τοῦτο ποιῆσαι· ὥστ αὐτὸς ἀροῦν ἐπαναγκασθεὶς καὶ σκάπτειν τἄλλα τε μοχθεῖν ὀδυνηρότερον τρίψεις βίοτον πολὺ τοῦ νῦν. ἐς κεφαλὴν σοί. ἔτι δ οὐχ ἕξεις οὔτ ἐν κλίνῃ καταδαρθεῖν, οὐ γὰρ ἔσονται, οὔτ ἐν δάπισιν: τίς γὰρ ὑφαίνειν ἐθελήσει χρυσίου ὄντος· οὔτε μύροισιν μυρίσαι στακτοῖς ὁπόταν νύμφην ἀγάγησθον. οὔθ ἱματίων βαπτῶν δαπάναις κοσμῆσαι ποικιλομόρφων. καίτοι τί πλέον πλουτεῖν ἐστιν τούτων πάντων ἀποροῦντας· παρ ἐμοῦ δ ἔστιν ταῦτ εὔπορα πάνθ ὑμῖν ὧν δείσθον: ἐγὼ γὰρ τὸν χειροτέχνην ὥσπερ δέσποιν ἐπαναγκάζουσα κάθημαι διὰ τὴν χρείαν καὶ τὴν πενίαν ζητεῖν ὁπόθεν βίον ἕξει.
호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기