호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기
φανερὸν μὲν ἔγωγ οἶμαι γνῶναι τοῦτ εἶναι πᾶσιν ὁμοίως, ὅτι τοὺς χρηστοὺς τῶν ἀνθρώπων εὖ πράττειν ἐστὶ δίκαιον, τοὺς δὲ πονηροὺς καὶ τοὺς ἀθέους τούτων τἀναντία δήπου.? τοῦτ οὖν ἡμεῖς ἐπιθυμοῦντες μόλις ηὑρ´ομεν, ὥστε γενέσθαι βούλευμα καλὸν καὶ γενναῖον καὶ χρήσιμον εἰς ἅπαν ἔργον. ἢν γὰρ ὁ Πλοῦτος νυνὶ βλέψῃ καὶ μὴ τυφλὸς ὢν περινοστῇ, ὡς τοὺς ἀγαθοὺς τῶν ἀνθρώπων βαδιεῖται κοὐκ ἀπολείψει, τοὺς δὲ πονηροὺς καὶ τοὺς ἀθέους φευξεῖται: κᾆτα ποιήσει πάντας χρηστοὺς καὶ πλουτοῦντας δήπου τά τε θεῖα σέβοντας. καίτοι τούτου τοῖς ἀνθρώποις τίς ἂν ἐξεύροι ποτ ἄμεινον· οὐδείς: τούτου μάρτυς ἐγώ σοι: μηδὲν ταύτην γ ἀνερώτα. ὡς μὲν γὰρ νῦν ἡμῖν ὁ βίος τοῖς ἀνθρώποις διάκειται, τίς ἂν οὐχ ἡγοῖτ εἶναι μανίαν κακοδαιμονίαν τ ἔτι μᾶλλον· πολλοὶ μὲν γὰρ τῶν ἀνθρώπων ὄντες πλουτοῦσι πονηροί, ἀδίκως αὐτὰ ξυλλεξάμενοι: πολλοὶ δ ὄντες πάνυ χρηστοὶ πράττουσι κακῶς καὶ πεινῶσιν μετὰ σοῦ τε τὰ πλεῖστα σύνεισιν. οὔκουν εἶναί φημ, εἰ παύσει ταύτην βλέψας ποθ ὁ Πλοῦτος, ὁδὸν ἥντιν ἰὼν τοῖς ἀνθρώποις ἀγάθ ἄν μείζω πορίσειεν. ἀλλ ὦ πάντων ῥᾷστ ἀνθρώπων ἀναπεισθέντ οὐχ ὑγιαίνειν δύο πρεσβύτα, ξυνθιασώτα τοῦ ληρεῖν καὶ παραπαίειν, εἰ τοῦτο γένοιθ ὃ ποθεῖθ ὑμεῖς, οὔ φημ ἂν λυσιτελεῖν σφῷν. εἰ γὰρ ὁ Πλοῦτος βλέψειε πάλιν διανείμειέν τ ἴσον αὑτόν, οὔτε τέχνην ἂν τῶν ἀνθρώπων οὔτ ἂν σοφίαν μελετῴη οὐδείς: ἀμφοῖν δ ὑμῖν τούτοιν ἀφανισθέντοιν ἐθελήσει τίς χαλκεύειν ἢ ναυπηγεῖν ἢ ῥάπτειν ἢ τροχοποιεῖν, ἢ σκυτοτομεῖν ἢ πλινθουργεῖν ἢ πλύνειν ἢ σκυλοδεψεῖν, ἢ γῆς ἀρότροις ῥήξας δάπεδον καρπὸν Δηοῦς θερίσασθαι, ἢν ἐξῇ ζῆν ἀργοῖς ὑμῖν πάντων ἀμελοῦσιν· λῆρον ληρεῖς. ταῦτα γὰρ ἡμῖν πάνθ ὅσα νῦν δὴ κατέλεξας οἱ θεράποντες μοχθήσουσιν. πόθεν οὖν ἕξεις θεράποντας· ὠνησόμεθ ἀργυρίου δήπου. τίς δ ἔσται πρῶτον ὁ πωλῶν, ὅταν ἀργύριον κἀκεῖνος ἔχῃ· κερδαίνειν βουλόμενός τις ἔμπορος ἥκων ἐκ Θετταλίας παρὰ πλείστων ἀνδραποδιστῶν. ἀλλ οὐδ ἔσται πρῶτον ἁπάντων οὐδεὶς οὐδ ἀνδραποδιστὴς κατὰ τὸν λόγον ὃν σὺ λέγεις δήπου. τίς γὰρ πλουτῶν ἐθελήσει κινδυνεύων περὶ τῆς ψυχῆς τῆς αὑτοῦ τοῦτο ποιῆσαι· ὥστ αὐτὸς ἀροῦν ἐπαναγκασθεὶς καὶ σκάπτειν τἄλλα τε μοχθεῖν ὀδυνηρότερον τρίψεις βίοτον πολὺ τοῦ νῦν. ἐς κεφαλὴν σοί. ἔτι δ οὐχ ἕξεις οὔτ ἐν κλίνῃ καταδαρθεῖν, οὐ γὰρ ἔσονται, οὔτ ἐν δάπισιν: τίς γὰρ ὑφαίνειν ἐθελήσει χρυσίου ὄντος· οὔτε μύροισιν μυρίσαι στακτοῖς ὁπόταν νύμφην ἀγάγησθον. οὔθ ἱματίων βαπτῶν δαπάναις κοσμῆσαι ποικιλομόρφων. καίτοι τί πλέον πλουτεῖν ἐστιν τούτων πάντων ἀποροῦντας· παρ ἐμοῦ δ ἔστιν ταῦτ εὔπορα πάνθ ὑμῖν ὧν δείσθον: ἐγὼ γὰρ τὸν χειροτέχνην ὥσπερ δέσποιν ἐπαναγκάζουσα κάθημαι διὰ τὴν χρείαν καὶ τὴν πενίαν ζητεῖν ὁπόθεν βίον ἕξει. σὺ γὰρ ἂν πορίσαι τί δύναι ἀγαθὸν φῴδων ἐκ βαλανείου καὶ παιδαρίων ὑποπεινώντων καὶ γραι: δίων κολοσυρτόν· φθειρῶν τ ἀριθμὸν καὶ κωνώπων καὶ ψυλλῶν οὐδὲ λέγω σοι ὑπὸ τοῦ πλήθους, αἳ βομβοῦσαι περὶ τὴν κεφαλὴν ἀνιῶσιν, ἐπεγείρουσαι καὶ φράζουσαι, πεινήσεις, ἀλλ ἐπανίστω. πρὸς δέ γε τούτοις ἀνθ ἱματίου μὲν ἔχειν ῥάκος: ἀντὶ δὲ κλίνης στιβάδα σχοίνων κόρεων μεστήν, ἣ τοὺς εὕδοντας ἐγείρει: καὶ φορμὸν ἔχειν ἀντὶ τάπητος σαπρόν: ἀντὶ δὲ προσκεφαλαίου λίθον ἐυμεγέθη πρὸς τῇ κεφαλῇ: σιτεῖσθαι δ ἀντὶ μὲν ἄρτων μαλάχης πτόρθους, ἀντὶ δὲ μάζης φυλλεῖ ἰσχνῶν ῥαφανίδων, ἀντὶ δὲ θράνους στάμνου κεφαλὴν κατεαγότος, ἀντὶ δὲ μάκτρας φιδάκνης πλευρὰν ἐρρωγυῖαν καὶ ταύτην. ἆρά γε πολλῶν ἀγαθῶν πᾶσιν τοῖς ἀνθρὠποις ἀποφαίνω ς αἴτιον οὖσαν· σὺ μὲν οὐ τὸν ἐμὸν βίον εἴρηκας, τὸν τῶν πτωχῶν δ ὑπεκρούσω. οὐκοῦν δήπου τῆς Πτωχείας Πενίαν φαμὲν εἶναι ἀδελφήν. ὑμεῖς γ οἵπερ καὶ Θρασυβούλῳ Διονύσιον εἶναι ὅμοιον. ἀλλ οὐχ οὑμὸς τοῦτο πέπονθεν βίος οὐ μὰ Δί, οὐδέ γε μέλλει. πτωχοῦ μὲν γὰρ βίος, ὃν σὺ λέγεις, ζῆν ἐστιν μηδὲν ἔχοντα: τοῦ δὲ πένητος ζῆν φειδόμενον καὶ τοῖς ἔργοις προς έχοντα, περιγίγνεσθαι δ αὐτῷ μηδέν, μὴ μέντοι μηδ ἐπιλείπειν. ὡς μακαρίτην ὦ Δάματερ τὸν βίον αὐτοῦ κατέλεξας, εἰ φεισάμενος καὶ μοχθήσας καταλείψει μηδὲ ταφῆναι. σκώπτειν πειρᾷ καὶ κωμῳδεῖν τοῦ σπουδάζειν ἀμελήσας, οὐ γιγνώσκων ὅτι τοῦ Πλούτου παρέχω βελτίονας ἄνδρας καὶ τὴν γνώμην καὶ τὴν ἰδέαν. παρὰ τῷ μὲν γὰρ ποδαγρῶντες καὶ γαστρώδεις καὶ παχύκνημοι καὶ πίονές εἰσιν ἀσελγῶς, παρ ἐμοὶ δ ἰσχνοὶ καὶ σφηκώδεις καὶ τοῖς ἐχθροῖς ἀνιαροί. ἀπὸ τοῦ λιμοῦ γὰρ ἴσως αὐτοῖς τὸ σφηκῶδες σὺ πορίζεις. περὶ σωφροσύνης ἤδη τοίνυν περανῶ σφῷν κἀναδιδάξω ὅτι κοσμιότης οἰκεῖ μετ ἐμοῦ, τοῦ Πλούτου δ ἐστὶι ὑβρίζειν. πάνυ γοῦν κλέπτειν κόσμιόν ἐστιν καὶ τοὺς τοίχους διορύττειν. νὴ τὸν Δί, εἰ δεῖ λαθεῖν αὐτόν, πῶς οὐχὶ κόσμιόν ἐστι· σκέψαι τοίνυν ἐν ταῖς πόλεσιν τοὺς ῥήτορας, ὡς ὁπόταν μὲν ὦσι πένητες, περὶ τὸν δῆμον καὶ τὴν πόλιν εἰσὶ δίκαιοι, πλουτήσαντες δ ἀπὸ τῶν κοινῶν παραχρῆμ ἄδικοι γεγένηνται, ἐπιβουλεύουσί τε τῷ πλήθει καὶ τῷ δήμῳ πολεμοῦσιν. ἀλλ οὐ ψεύδει τούτων γ οὐδέν, καίπερ σφόδρα βάσκανος οὖσα. ἀτὰρ οὐχ ἧττόν γ οὐδὲν κλαύσει, μηδὲν ταύτῃ γε κομήσῃς, ὁτιὴ ζητεῖς τοῦτ ἀναπείθειν ἡμᾶς, ὡς ἔστιν ἄμεινον Πενία Πλούτου. καὶ σύ γ ἐλέγξαι μ οὔπω δύνασαι περὶ τούτου, ἀλλὰ φλυαρεῖς καὶ πτερυγίζεις. καὶ πῶς φεύγουσί ς ἅπαντες· ὅτι βελτίους αὐτοὺς ποιῶ. σκέψασθαι δ ἔστι μάλιστα ἀπὸ τῶν παίδων: τοὺς γὰρ πατέρας φεύγουσι φρονοῦντας ἄριστα αὐτοῖς. οὕτω διαγιγνώσκειν χαλεπὸν πρᾶγμ ἐστὶ δίκαιον. τὸν Δία φήσεις ἆρ οὐκ ὀρθῶς διαγιγνώσκειν τὸ κράτιστον: κἀκεῖνος γὰρ τὸν Πλοῦτον ἔχει. ταύτην δ ἡμῖν ἀποπέμπει. ἀλλ ὦ Κρονικαῖς λήμαις ὄντως λημῶντες τὰς φρένας ἄμφω, ὁ Ζεὺς δήπου πένεται, καὶ τοῦτ ἤδη φανερῶς σε διδάξω. εἰ γὰρ ἐπλούτει, πῶς ἂν ποιῶν τὸν Ὀλυμπικὸν αὐτὸς ἀγῶνα ἵνα τοὺς Ἕλληνας ἅπαντας ἀεὶ δι ἔτους πέμπτου ξυναγείρει, ἀνεκήρυττεν τῶν ἀσκητῶν τοὺς νικῶντας στεφανώσας κοτίνου στεφάνῳ· καίτοι χρυσῷ μᾶλλον ἐχρῆν, εἴπερ ἐπλούτει. οὐκοῦν τούτῳ δήπου δηλοῖ τιμῶν τὸν Πλοῦτον ἐκεῖνος: φειδόμενος γὰρ καὶ βουλόμενος τούτου μηδὲν δαπανᾶσθαι, λήροις ἀναδῶν τοὺς νικῶντας τὸν Πλοῦτον ἐᾷ παρ ἑαυτῷ. πολὺ τῆς Πενίας πρᾶγμ αἴσχιον ζητεῖς αὐτῷ περιάψαι, εἰ πλούσιος ὢν ἀνελεύθερός ἐσθ οὑτωσὶ καὶ φιλοκερδής. ἀλλὰ σέ γ ὁ Ζεὺς ἐξολέσειεν κοτίνου στεφάνῳ στεφανώσας. τὸ γὰρ ἀντιλέγειν τολμᾶν ὑμᾶς ὡς οὐ πάντ ἔστ ἀγάθ ὑμῖν διὰ τὴν Πενίαν. παρὰ τῆς Ἑκάτης ἔξεστιν τοῦτο πυθέσθαι, εἴτε τὸ πλουτεῖν εἴτε τὸ πεινῆν βέλτιον. φησὶ γὰρ αὕτη τοὺς μὲν ἔχοντας καὶ πλουτοῦντας δεῖπνον κατὰ μῆν ἀποπέμπειν, τοὺς δὲ πένητας τῶν ἀνθρώπων ἁρπάζειν πρὶν καταθεῖναι.
호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기