- 텍스트

Aristophanes, Peace, Parabasis, epirrheme

(아리스토파네스, Peace, Parabasis, epirrheme)

οὐ γὰρ ἔσθ ἥδιον ἢ τυχεῖν μὲν ἤδη σπαρμένα, τὸν θεὸν δ ἐπιψακάζειν, καὶ τιν εἰπεῖν γείτονα, εἰπέ μοι τί τηνικαῦτα δρῶμεν ὦ Κωμαρχίδη·? ἐμπιεῖν ἔμοιγ ἀρέσκει τοῦ θεοῦ δρῶντος καλῶς. ἀλλ ἄφευε τῶν φασήλων ὦ γύναι τρεῖς χοίνικας, τῶν τε πυρῶν μεῖξον αὐτοῖς, τῶν τε σύκων ἔξελε, τόν τε Μανῆν ἡ Σύρα βωστρησάτω κ τοῦ χωρίου. οὐ γὰρ οἱό῀ν τ ἐστὶ πάντως οἰναρίζειν τήμερον οὐδὲ τυντλάζειν, ἐπειδὴ παρδακὸν τὸ χωρίον. κἀξ ἐμοῦ δ ἐνεγκάτω τις τὴν κίχλην καὶ τὼ σπίνω: ἦν δὲ καὶ πυός τις ἔνδον καὶ λαγῷα τέτταρα, εἴ τι μὴ ξήνεγκεν αὐτῶν ἡ γαλῆ τῆς ἑσπέρας: ἐψόφει γοῦν ἔνδον οὐκ οἶδ ἅττα κἀκυδοιδόπα: ὧν ἔνεγκ ὦ παῖ τρἴ ἡμῖν, ἓν δὲ δοῦναι τῷ πατρί: μυρρίνας τ αἴτησον ἐξ Αἰσχινάδου τῶν καρπίμων:?

일치하는 문장이 없습니다.

SEARCH

MENU NAVIGATION