- 텍스트

Aristophanes, Peace, Lyric-Scene, dactyls

(아리스토파네스, Peace, Lyric-Scene, dactyls)

οἵτινες ἀφραδίῃσι θεῶν νόον οὐκ ἀίοντες συνθήκας πεποίησθ ἄνδρες χαροποῖσι πιθήκοις, αἰβοιβοῖ.? τί γελᾷς· ἥσθην χαροποῖσι πιθήκοις. καὶ κέπφοι τρήρωνες ἀλωπεκιδεῦσι πέπεισθε, ὧν δόλιαι ψυχαί, δόλιαι φρένες. εἴθε σου εἶναι ὤφελεν ὦλαζὼν οὑτωσὶ θερμὸς ὁ πλεύμων. εἰ γὰρ μὴ νύμφαι γε θεαὶ Βάκιν ἐξαπάτασκον, μηδὲ Βάκις θνητούς, μηδ αὖ νύμφαι Βάκιν αὐτὸν - ἐξώλης ἀπόλοι, εἰ μὴ παύσαιο βακίζων. οὔπω θέσφατον ἦν Εἰρήνης δέσμ ἀναλῦσαι, ἀλλὰ τόδε πρότερον - τοῖσδ ἁλσί γε παστέα ταυτί. οὐ γάρ πω τοῦτ ἐστὶ φίλον μακάρεσσι θεοῖσιν, φυλόπιδος λῆξαι, πρίν κεν λύκος οἶν ὑμεναιοῖ. καὶ πῶς ὦ κατάρατε λύκος ποτ ἂν οἶν ὑμεναιοῖ· ὡς ἡ σφονδύλη φεύγουσα πονηρότατον βδεῖ, χἠ κώδων ἀκαλανθὶς ἐπειγομένη τυφλὰ τίκτει, τουτάκις οὔπω χρῆν τὴν εἰρήνην πεποιῆσθαι. ἀλλὰ τί χρῆν ἡμᾶς· οὐ παύσασθαι πολεμοῦντας, ἢ διακαυνιάσαι πότεροι κλαυσούμεθα μεῖζον, ἐξὸν σπεισαμένοις κοινῇ τῆς Ἑλλάδος ἄρχειν· οὔποτε ποιήσεις τὸν καρκίνον ὀρθὰ βαδίζειν. οὔποτε δειπνήσεις ἔτι τοῦ λοιποῦ ν πρυτανείῳ, οὐδ ἐπὶ τῷ πραχθέντι ποιήσεις ὕστερον οὐδέν. οὐδέποτ ἂν θείης λεῖον τὸν τραχὺν ἐχῖνον. ἆρα φενακίζων ποτ Ἀθηναίους ἔτι παύσει· ποῖον γὰρ κατὰ χρησμὸν ἐκαύσατε μῆρα θεοῖσιν· ὅνπερ κάλλιστον δήπου πεποίηκεν Ὅμηρος: ὣς οἱ μὲν νέφος ἐχθρὸν ἀπωσάμενοι πολέμοιο Εἰρήνην εἵλοντο καὶ ἱδρύσανθ ἱερείῳ. αὐτὰρ ἐπεὶ κατὰ μῆρ ἐκάη καὶ σπλάγχν ἐπάσαντο, ἔσπενδον δεπάεσσιν: ἐγὼ δ ὁδὸν ἡγεμόνευον: χρησμολόγῳ δ οὐδεὶς ἐδίδου κώθωνα φαεινόν. οὐ μετέχω τούτων: οὐ γὰρ ταῦτ εἶπε Σίβυλλα. ἀλλ ὁ σοφός τοι νὴ Δί Ὅμηρος δεξιὸν εἶπεν: ἀφρήτωρ ἀθέμιστος ἀνέστιός ἐστιν ἐκεῖνος, ὃς πολέμου ἔραται ἐπιδημίου ὀκρυόεντος. φράζεο δὴ μή πώς σε δόλῳ φρένας ἐξαπατήσας ἰκτῖνος μάρψῃ. τουτὶ μέντοι σὺ φυλάττου, ὡς οὗτος φοβερὸς τοῖς σπλάγχνοις ἐστὶν ὁ χρησμός. ἔγχει δὴ σπονδὴν καὶ τῶν σπλάγχνων φέρε δευρί. ἀλλ εἰ ταῦτα δοκεῖ, κἀγὼ μαυτῷ βαλανεύσω. σπονδὴ σπονδή.?

일치하는 문장이 없습니다.

SEARCH

MENU NAVIGATION