- 텍스트

Aristophanes, Peace, Lyric-Scene, antistrophe 1

(아리스토파네스, Peace, Lyric-Scene, antistrophe 1)

σέ τοι θύρασι χρὴ .? . . μένοντα τοίνυν σχίζας δευρὶ τιθέναι ταχέως τά τε πρόσφορα πάντ ἐπὶ τούτοις. οὔκουν δοκῶ σοι μαντικῶς τὸ φρύγανον τίθεσθαι· πῶς δ οὐχί· τί γάρ σε πέφευγ ὅσα χρὴ σοφὸν ἄνδρα· τί δ οὐ σὺ φρονεῖς ὁπόσα χρεών ἐστιν τόν γε σοφῇ δόκιμον φρενὶ πορίμῳ τε τόλμῃ· ἡ σχίζα γοῦν ἐνημμένη τὸν Στιλβίδην πιέζει, καὶ τὴν τράπεζαν οἴσομαι, καὶ παιδὸς οὐ δεήσει. τίς οὖν ἂν οὐκ ἐπαινέσειεν ἄνδρα τοιοῦτον, ὅστις πόλλ ἀνατλὰς ἔσωσε τὴν ἱερὰν πόλιν· ὥστ οὐχὶ μὴ παύσῃ ποτ ὢν ζηλωτὸς ἅπασιν.?

일치하는 문장이 없습니다.

SEARCH

MENU NAVIGATION