호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기
ὦ σεμνοτάτη βασίλεια θεὰ πότνι Εἰρήνη, δέσποινα χορῶν, δέσποινα γάμων, δέξαι θυσίαν τὴν ἡμετέραν.? δέξαι δῆτ ὦ πολυτιμήτη νὴ Δία, καὶ μὴ ποίει γ ἅπερ αἱ μοιχευόμεναι δρῶσι γυναῖκες. καὶ γὰρ ἐκεῖναι παρακλίνασαι τῆς αὐλείας παρακύπτουσιν, κἄν τις προσέχῃ τὸν νοῦν αὐταῖς ἀναχωροῦσιν, κᾆτ ἢν ἀπίῃ παρακύπτουσιν. τούτων σὺ ποίει μηδὲν ἔθ ἡμᾶς. μὰ Δί ἀλλ ἀπόφηνον ὅλην σαυτὴν γενναιοπρεπῶς τοῖσιν ἐρασταῖς ἡμῖν, οἵ σου τρυχόμεθ ἤδη τρία καὶ δέκ ἔτη, λῦσον δὲ μάχας καὶ κορκορυγάς, ἵνα Λυσιμάχην σε καλῶμεν. παῦσον δ ἡμῶν τὰς ὑπονοίας τὰς περικόμψους, αἷς στωμυλλόμεθ εἰς ἀλλήλους: μεῖξον δ ἡμᾶς τοὺς Ἕλληνας πάλιν ἐξ ἀρχῆς φιλίας χυλῷ καὶ συγγνώμῃ τινὶ πρᾳοτέρᾳ κέρασον τὸν νοῦν: καὶ τὴν ἀγορὰν ἡμῖν ἀγαθῶν ἐμπλησθῆναι, μεγάλων σκορόδων, σικύων πρῴων, μήλων, ῥοιῶν. δούλοισι χλανισκιδίων μικρῶν: κἀκ Βοιωτῶν γε φέροντας ἰδεῖν χῆνας νήττας φάττας τροχίλους: καὶ Κωπᾴδων ἐλθεῖν σπυρίδας, καὶ περὶ ταύτας ἡμᾶς ἁθρόους ὀψωνοῦντας τυρβάζεσθαι Μορύχῳ Τελέᾳ Γλαυκέτῃ, ἄλλοις τένθαις πολλοῖς: κᾆτα Μελάνθιον ἥκειν ὕστερον ἐς τὴν ἀγοράν, τὰς δὲ πεπρᾶσθαι, τὸν δ ὀτοτύζειν, εἶτα μονῳδεῖν ἐκ Μηδείας, ὀλόμαν ὀλόμαν, ἀποχηρωθεὶς τᾶς ἐν τεύτλοισι λοχευομένας: τοὺς δ ἀνθρώπους ἐπιχαίρειν.?
이 저작물은 크리에이티브 커먼즈 저작자표시-비영리 4.0 국제 라이선스에 따라 이용할 수 있습니다.
bab2min@gmail.com
호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기