호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기
ἄγε δὴ τὸ κανοῦν λαβὼν σὺ καὶ τὴν χέρνιβα περίιθι τὸν βωμὸν ταχέως ἐπιδέξια.? ἰδού: λεγοις ἂν ἄλλο: περιελήλυθα. φέρε δὴ τὸ δαλίον τόδ ἐμβάψω λαβών, σείου σὺ ταχέως: σὺ δὲ πρότεινε τῶν ὀλῶν, καὐτός γε χερνίπτου παραδοὺς ταύτην ἐμοί, καὶ τοῖς θεαταῖς ῥῖπτε τῶν κριθῶν. ἰδού. ἔδωκας ἤδη· νὴ τὸν Ἑρμῆν ὥστε γε τούτων ὅσοιπέρ εἰσι τῶν θεωμένων οὐκ ἔστιν οὐδεὶς ὅστις οὐ κριθὴν ἔχει. οὐχ αἱ γυναῖκές γ ἔλαβον. ἀλλ εἰς ἑσπέραν δώσουσιν αὐταῖς ἅνδρες. ἀλλ εὐχώμεθα. τίς τῇδε· ποῦ ποτ εἰσὶ πολλοὶ κἀγαθοί· τοισδὶ φέρε δῶ: πολλοὶ γάρ εἰσι κἀγαθοί. τούτους ἀγαθοὺς ἐνόμισας· οὐ γάρ, οἵτινες ἡμῶν καταχεόντων ὕδωρ τοσουτονὶ ἐς ταὐτὸ τοῦθ ἑστᾶς ἰόντες χωρίον· ἀλλ ὡς τάχιστ εὐχώμεθ. εὐχώμεσθα δή.?
호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기