- 텍스트

Aristophanes, Peace, Lyric-Scene, strophe 1

(아리스토파네스, Peace, Lyric-Scene, strophe 1)

ὡς πάνθ ὅς ἂν θεὸς θέλῃ χἠ τύχη κατορθοῖ, χωρεῖ κατὰ νοῦν, ἕτερον δ ἑτέρῳ τούτων κατὰ καιρὸν ἀπαντᾷ.? ὡς ταῦτα δῆλά γ ἔσθ: ὁ γὰρ βωμὸς θύρασι καὶ δή. ἐπείγετέ νυν ἐν ὅσῳ σοβαρὰ θεόθεν κατέχει πολέμου μετάτροπος αὔρα. νῦν γὰρ δαίμων φανερῶς εἰς ἀγαθὰ μεταβιβάζει. τὸ κανοῦν πάρεστ ὀλὰς ἔχον καὶ στέμμα καὶ μάχαιραν, καὶ πῦρ γε τουτί, κοὐδὲν ἴσχει πλὴν τὸ πρόβατον ὑμᾶς. οὔκουν ἁμιλλήσεσθον· ὡς ἢν Χαῖρις ὑμᾶς ἴδῃ, πρόσεισιν αὐλήσων ἄκλητος, κᾆτα τοῦτ εὖ οἶδ ὅτι φυσῶντι καὶ πονουμένῳ προσδώσετε δήπου.?

일치하는 문장이 없습니다.

SEARCH

MENU NAVIGATION