- 텍스트

Aristophanes, Peace, Lyric-Scene, strophe 1

(아리스토파네스, Peace, Lyric-Scene, strophe 1)

ὡς πάνθ ὅς ἂν θεὸς θέλῃ χἠ τύχη κατορθοῖ, χωρεῖ κατὰ νοῦν, ἕτερον δ ἑτέρῳ τούτων κατὰ καιρὸν ἀπαντᾷ.? ὡς ταῦτα δῆλά γ ἔσθ: ὁ γὰρ βωμὸς θύρασι καὶ δή. ἐπείγετέ νυν ἐν ὅσῳ σοβαρὰ θεόθεν κατέχει πολέμου μετάτροπος αὔρα. νῦν γὰρ δαίμων φανερῶς εἰς ἀγαθὰ μεταβιβάζει. τὸ κανοῦν πάρεστ ὀλὰς ἔχον καὶ στέμμα καὶ μάχαιραν, καὶ πῦρ γε τουτί, κοὐδὲν ἴσχει πλὴν τὸ πρόβατον ὑμᾶς. οὔκουν ἁμιλλήσεσθον· ὡς ἢν Χαῖρις ὑμᾶς ἴδῃ, πρόσεισιν αὐλήσων ἄκλητος, κᾆτα τοῦτ εὖ οἶδ ὅτι φυσῶντι καὶ πονουμένῳ προσδώσετε δήπου. ἄγε δὴ τὸ κανοῦν λαβὼν σὺ καὶ τὴν χέρνιβα περίιθι τὸν βωμὸν ταχέως ἐπιδέξια. ἰδού: λεγοις ἂν ἄλλο: περιελήλυθα. φέρε δὴ τὸ δαλίον τόδ ἐμβάψω λαβών, σείου σὺ ταχέως: σὺ δὲ πρότεινε τῶν ὀλῶν, καὐτός γε χερνίπτου παραδοὺς ταύτην ἐμοί, καὶ τοῖς θεαταῖς ῥῖπτε τῶν κριθῶν. ἰδού. ἔδωκας ἤδη· νὴ τὸν Ἑρμῆν ὥστε γε τούτων ὅσοιπέρ εἰσι τῶν θεωμένων οὐκ ἔστιν οὐδεὶς ὅστις οὐ κριθὴν ἔχει. οὐχ αἱ γυναῖκές γ ἔλαβον. ἀλλ εἰς ἑσπέραν δώσουσιν αὐταῖς ἅνδρες. ἀλλ εὐχώμεθα. τίς τῇδε· ποῦ ποτ εἰσὶ πολλοὶ κἀγαθοί· τοισδὶ φέρε δῶ: πολλοὶ γάρ εἰσι κἀγαθοί. τούτους ἀγαθοὺς ἐνόμισας· οὐ γάρ, οἵτινες ἡμῶν καταχεόντων ὕδωρ τοσουτονὶ ἐς ταὐτὸ τοῦθ ἑστᾶς ἰόντες χωρίον· ἀλλ ὡς τάχιστ εὐχώμεθ. εὐχώμεσθα δή.?

일치하는 문장이 없습니다.

SEARCH

MENU NAVIGATION