- 텍스트

Aristophanes, Peace, Lyric-Scene, iambics

(아리스토파네스, Peace, Lyric-Scene, iambics)

ἡ παῖς λέλουται καὶ τὰ τῆς πυγῆς καλά:? ὁ πλακοῦς πέπεπται, σησαμῆ ξυμπλάττεται. καὶ τἄλλ ἁπαξάπαντα: τοῦ πέους δὲ δεῖ. ἴθι νυν ἀποδῶμεν τήνδε τὴν Θεωρίαν ἀνύσαντε τῇ βουλῇ. τίς αὑτηί· τί φῄς· αὕτη Θεωρία στίν. ἣν ἡμεῖς ποτε ἐπαίομεν Βραυρωνάδ ὑποπεπωκότες· σάφ ἴσθι, κἀλήφθη γε μόλις. ὦ δέσποτα ὅσην ἔχει τὴν πρωκτοπεντετηρίδα. εἰε῀ν, τίς ἐσθ ὑμῶν δίκαιος, τίς ποτε· τίς διαφυλάξει τήνδε τῇ βουλῇ λαβών· οὗτος τί περιγράφεις· τὸ δεῖν εἰς Ἴσθμια σκηνὴν ἐμαυτοῦ τῷ πέει καταλαμβάνω. οὔπω λέγεθ ὑμεῖς τίς ὁ φυλάξων. δεῦρο σύ: καταθήσομαι γὰρ αὐτὸς ἐς μέσους ἄγων. ἐκεινοσὶ νεύει. τίς· ὅστις· Ἀριφράδης, ἄγειν παρ αὑτὸν ἀντιβολῶν. ἀλλ ὦ μέλε τὸν ζωμὸν αὐτῆς προσπεσὼν ἐκλάψεται. ἄγε δὴ σὺ κατάθου πρῶτα τὰ σκεύη χαμαί. βουλή, πρυτάνεις, ὁρᾶτε τὴν Θεωρίαν. σκέψασθ ὅς ὑμῖν ἀγαθὰ παραδώσω φέρων, ὥστ εὐθέως ἄραντας ὑμᾶς τὼ σκέλει ταύτης μετέωρα καταγαγεῖν ἀνάρρυσιν. τουτὶ δ ὁρᾶτ ὀπτάνιον ἡμῖν ὡς καλόν. διὰ ταῦτα καὶ κεκάπνικ ἄρ: ἐνταυθοῖ γὰρ <οὖν> πρὸ τοῦ πολέμου τὰ λάσανα τῇ βουλῇ ποτ ἦν. ἔπειτ ἀγῶνά γ εὐθὺς ἐξέσται ποιεῖν ταύτην ἔχουσιν αὔριον καλὸν πάνυ, ἐπὶ γῆς παλαίειν, τετραποδηδὸν ἑστάναι, πλαγίαν καταβάλλειν, ἐς γόνατα κύβδ ἑστάναι, καὶ παγκράτιόν γ ὑπαλειψαμένοις νεανικῶς παίειν ὀρύττειν πὺξ ὁμοῦ καὶ τῷ πέει: τρίτῃ δὲ μετὰ ταῦθ ἱπποδρομίαν ἄξετε, ἵνα δὴ κέλης κέλητα παρακελητιεῖ, ἁρ´ματα δ ἐπ ἀλλήλοισιν ἀνατετραμμένα φυσῶντα καὶ πνέοντα προσκινήσεται: ἕτεροι δὲ κείσονταί γ ἀπεψωλημένοι περὶ ταῖσι καμπαῖς ἡνίοχοι πεπτωκότες. ἀλλ ὦ πρυτάνεις δέχεσθε τὴν Θεωρίαν. θέας ὡς προθύμως ὁ πρύτανις παρεδέξατο. ἀλλ οὐκ ἂν εἴ τι προῖκα προσαγαγεῖν ς ἔδει, ἀλλ ηὑρ῀ον ἄν ς ὑπέχοντα τὴν ἐκεχειρίαν.?

상위

Peace

목록

일치하는 문장이 없습니다.

SEARCH

MENU NAVIGATION