- 텍스트

Aristophanes, Peace, Lyric-Scene, strophe 1

(아리스토파네스, Peace, Lyric-Scene, strophe 1)

εὐδαιμονικῶς γ ὁ πρεσβύτης, ὅσα γ ὧδ ἰδεῖν, τὰ νῦν τάδε πράττει.? τί δῆτ ἐπειδὰν νυμφίον μ ὁρᾶτε λαμπρὸν ὄντα· ζηλωτὸς ἔσει, γέρον, αὖθις νέος ὢν πάλιν, μύρῳ κατάλειπτος. οἶμαι. τί δῆθ ὅταν ξυνὼν τῶν τιτθίων ἔχωμαι· εὐδαιμονέστερος φανεῖ τῶν Καρκίνου στροβίλων. οὔκουν δικαίως· ὅστις εἰς ὄχημα κανθάρου πιβὰς ἔσωσα τοὺς Ἕλληνας, ὥστ ἐν τοῖς ἀγροῖσιν αὐτοὺς ἅπαντας ὄντας ἀσφαλῶς βινεῖν τε καὶ καθεύδειν.?

상위

Peace

목록

일치하는 문장이 없습니다.

SEARCH

MENU NAVIGATION