- 텍스트

Aristophanes, Peace, Lyric-Scene

(아리스토파네스, Peace, Lyric-Scene)

ὡς χαλεπὸν ἐλθεῖν ἦν ἄρ εὐθὺ τῶν θεῶν.? ἔγωγέ τοι πεπόνηκα κομιδῇ τὼ σκέλει. μικροὶ δ ὁρᾶν ἄνωθεν ἦστ. ἔμοιγέ τοι ἀπὸ τοὐρανοῦ φαίνεσθε κακοήθεις πάνυ, ἐντευθενὶ δὲ πολύ τι κακοηθέστεροι. ὦ δέσποθ ἥκεις· ὡς ἐγὼ πυθόμην τινός. τί δ ἔπαθες· ἤλγουν τὼ σκέλει μακρὰν ὁδὸν διεληλυθώς. ἴθι νυν κάτειπέ μοι - τὸ τί· ἄλλον τιν εἶδες ἄνδρα κατὰ τὸν ἀέρα πλανώμενον πλὴν σαυτόν· οὔκ, εἰ μή γέ που ψυχὰς δύ ἢ τρεῖς διθυραμβοδιδασκάλων. τί δ ἔδρων· ξυνελέγοντ ἀναβολὰς ποτώμεναι τὰς ἐνδιαεριαυερινηχέτους τινάς. οὐκ ἦν ἄρ οὐδ ἃ λέγουσι, κατὰ τὸν ἀέρα ὡς ἀστέρες γιγνόμεθ, ὅταν τις ἀποθάνῃ· μάλιστα. καὶ τίς ἐστιν ἀστὴρ νῦν ἐκεῖ· Ιὤν ὁ Χῖος, ὅσπερ ἐποίησεν πάλαι ἐνθάδε τὸν ἀοῖόν ποθ: ὡς δ ἦλθ, εὐθέως ἀοῖον αὐτὸν πάντες ἐκάλουν ἀστέρα. τίνες γάρ εἰς οἱ διατρέχοντες ἀστέρες, οἳ καόμενοι θέουσιν· ἀπὸ δείπνου τινὲς τῶν πλουσίων οὗτοι βαδίζους ἀστέρων, ἰπνοὺς ἔχοντες, ἐν δὲ τοῖς ἰπνοῖσι πῦρ. ἀλλ εἴσαγ ὡς τάχιστα ταυτηνὶ λαβών, καὶ τὴν πύελον κατάκλυζε καὶ θέρμαιν ὕδωρ, στόρνυ τ ἐμοὶ καὶ τῇδε κουρίδιον λέχος. καὶ ταῦτα δράσας ἧκε δεῦρ αὖθις πάλιν: ἐγὼ δ ἀποδώσω τήνδε τῇ βουλῇ τέως. πόθεν δ ἔλαβες ταύτας· ὁπόθεν· ἐκ τοὐρανοῦ. οὐκ ἂν ἔτι δοίην τῶν θεῶν τριώβολον, εἰ πορνοβοσκοῦς ὥσπερ ἡμεῖς οἱ βροτοί. οὔκ, ἀλλὰ κἀκεῖ ζῶσιν ἀπὸ τούτων τινές. ἄγε νυν ἰώμεν. εἰπέ μοι, δῶ καταφαγεῖν ταύτῃ τι· μηδέν: οὐ γὰρ ἐθελήσει θαγεῖν οὔτ ἄρτον οὔτε μᾶζαν, εἰωθυῖ ἀεὶ παρὰ τοῖς θεοῖσιν ἀμβροσίαν λείχειν ἄνω. λείχειν ἄρ αὐτῇ κἀνθάδε σκευαστέον.?

일치하는 문장이 없습니다.

SEARCH

MENU NAVIGATION