- 텍스트

Aristophanes, Peace, Parabasis, antistrophe 1

(아리스토파네스, Peace, Parabasis, antistrophe 1)

τοιάδε χρὴ Χαρίτων δαμώματα καλλικόμων τὸν σοφὸν ποιητὴν ὑμνεῖν, ὅταν ἠρινὰ μὲν φωνῇ χελιδὼν ἑζομένη κελαδῇ, χορὸν δὲ μὴ χῃ Μόρσιμος μηδὲ Μελάνθιος, οὗ δὴ πικροτάτην ὄπα γηρύσαντος ἤκους ἡνίκα τῶν τραγῳδῶν τὸν χορὸν εἶχον ἁδελφός τε και αὐτός, ἄμφω Γοργόνες ὀψοφάγοι βατιδοσκόποι Ἅρπυιαι, γραοσόβαι μιαροὶ τραγομάσχαλοι ἰχθυολῦμαι:? ὧν καταχρεμψαμένη μέγα καὶ πλατὺ Μοῦσα θεὰ μετ ἐμοῦ ξύμπαιζε τὴν ἑορτήν.?

상위

Peace

목록

일치하는 문장이 없습니다.

SEARCH

MENU NAVIGATION