- 텍스트

Aristophanes, Peace, Parabasis, strophe 1

(아리스토파네스, Peace, Parabasis, strophe 1)

Μοῦσα σὺ μὲν πολέμους ἀπωσαμένη μετ ἐμοῦ τοῦ φίλου χόρευσον, κλείουσα θεῶν τε γάμους ἀνδρῶν τε δαῖτας καὶ θαλίας μακάρων:? σοὶ γὰρ τάδ ἐξ ἀρχῆς μέλει. ἢν δέ σε Καρκίνος ἐλθὼν ἀντιβολῇ μετὰ τῶν παίδων χορεῦσαι, μήθ ὑπάκουε μήτ ἔλθῃς συνέριθος αὐτοῖς, ἀλλὰ νόμιζε πάντας ὄρτυγας οἰκογενεῖς γυλιαύχενας ὀρχηστὰς ναννοφυεῖς σφυράδων ἀποκνίσματα μηχανοδίφας. καὶ γὰρ ἔφασχ ὁ πατὴρ ὃ παρ ἐλπίδας εἶχε τὸ δρᾶμα γαλῆν τῆς ἑσπέρας ἀπάγξαι.?

상위

Peace

목록

일치하는 문장이 없습니다.

SEARCH

MENU NAVIGATION