호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기
πρὸς ταῦτα χρεὼν εἶναι μετ ἐμοῦ καὶ τοὺς ἄνδρας καὶ τοὺς παῖδας:? καὶ τοῖς φαλακροῖσι παραινοῦμεν ξυσπουδάζειν περὶ τῆς νίκης. πᾶς γάρ τις ἐρεῖ νικῶντος ἐμοῦ κἀπὶ τραπέζῃ καὶ ξυμποσίοις, φέρε τῷ φαλακρῷ, δὸς τῷ φαλακρῷ τῶν τρωγαλίων, καὶ μἀφαίρει γενναιοτάτου τῶν ποιητῶν ἀνδρὸς τὸ μέτωπον ἔχοντος.?
호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기