- 텍스트

Aristophanes, Peace, Episode

(아리스토파네스, Peace, Episode)

ἀλλ ὅ τι σιωπᾷς ὦ πότνια κάτειπέ μοι.? ἀλλ οὐκ ἂν εἴποι πρός γε τοὺς θεωμένους: ὀργὴν γὰρ αὐτοῖς ὧν ἔπαθε πολλὴν ἔχει. ἡ δ ἀλλὰ πρὸς σὲ μικρὸν εἰπάτω μόνον. εἴφ ὅ τι νοεῖς αὐτοῖσι πρὸς ἔμ ὦ φιλτάτη. ἴθ ὦ γυναικῶν μισοπορπακιστάτη. εἰε῀ν, ἀκούω. ταῦτ ἐπικαλεῖς· μανθάνω. ἀκούσαθ ὑμεῖς ὧν ἕνεκα μομφὴν ἔχει. ἐλθοῦσά φησιν αὐτομάτη μετὰ τἀν Πύλῳ σπονδῶν φέρουσα τῇ πόλει κίστην πλέαν ἀποχειροτονηθῆναι τρὶς ἐν τἠκκλησίᾳ. ἡμάρτομεν ταῦτ: ἀλλὰ συγγνώμην ἔχε: ὁ νοῦς γὰρ ἡμῶν ἦν τότ ἐν τοῖς σκύτεσιν. ἴθι νυν ἄκουσον οἱο῀ν ἄρτι μ ἤρετο, ὅστις κακόνους αὐτῇ μάλιστ ἦν ἐνθάδε, χὤστις φίλος κἄσπευδεν εἶναι μὴ μάχας. εὐνούστατος μὲν ἦν μακρῷ Κλεώνυμος. ποῖός τις οὖν εἶναι δοκεῖ τὰ πολεμικὰ ὁ Κλεώνυμος· ψυχήν γ ἄριστος πλήν γ ὅτι οὐκ ἦν ἄρ οὗπέρ φησιν εἶναι τοῦ πατρός. εἰ γάρ ποτ ἐξέλθοι στρατιώτης, εὐθέως ἀποβολιμαῖος τῶν ὅπλων ἐγίγνετο. ἔτι νῦν ἄκουσον οἱο῀ν ἄρτι μ ἤρετο, ὅστις κρατεῖ νῦν τοῦ λίθου τοῦ ν τῇ πυκνί. Ὑπέρβολος νῦν τοῦτ ἔχει τὸ χωρίον. αὕτη τί ποιεῖς· τὴν κεφαλὴν ποῖ περιάγεις· ἀποστρέφεται τὸν δῆμον ἀχθεσθεῖς ὅτι αὑτῷ πονηρὸν προστάτην ἐπεγράψατο. ἀλλ οὐκέτ αὐτῷ χρησόμεθ οὐδέν, ἀλλὰ νῦν ἀπορῶν ὁ δῆμος ἐπιτρόπου καὶ γυμνὸς ὢν τοῦτον τέως τὸν ἄνδρα περιεζώσατο. πῶς οὖν ξυνοίσει ταῦτ ἐρωτᾷ τῇ πόλει. εὐβουλότεροι γενησόμεθα. τρόπῳ τίνι· ὅτι τυγχάνει λυχνοποιὸς ὤν. πρὸ τοῦ μὲν οὖν ἐψηλαφῶμεν ἐν σκότῳ τὰ πράγματα, νυνὶ δ ἅπαντα πρὸς λύχνον βουλεύσομεν. ὢ ὤ, οἱά῀ μ ἐκέλευσεν ἀναπυθέσθαι σου. τὰ τί· πάμπολλα καὶ τἀρχαῖ ἃ κατέλιπεν τότε: πρῶτον δ ὅ τι πράττει Σοφοκλέης ἀνήρετο. εὐδαιμονεῖ, πάσχει δὲ θαυμαστόν. τὸ τί· ἐκ τοῦ Σοφοκλέους γίγνεται Σιμωνίδης. Σιμωνίδης· πῶς· ὅτι γέρων ὢν καὶ σαπρὸς κέρδους ἕκατι κἂν ἐπὶ ῥιπὸς πλέοι.?

일치하는 문장이 없습니다.

SEARCH

MENU NAVIGATION