호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기
ἀλλ ὅ τι σιωπᾷς ὦ πότνια κάτειπέ μοι.? ἀλλ οὐκ ἂν εἴποι πρός γε τοὺς θεωμένους: ὀργὴν γὰρ αὐτοῖς ὧν ἔπαθε πολλὴν ἔχει. ἡ δ ἀλλὰ πρὸς σὲ μικρὸν εἰπάτω μόνον. εἴφ ὅ τι νοεῖς αὐτοῖσι πρὸς ἔμ ὦ φιλτάτη. ἴθ ὦ γυναικῶν μισοπορπακιστάτη. εἰε῀ν, ἀκούω. ταῦτ ἐπικαλεῖς· μανθάνω. ἀκούσαθ ὑμεῖς ὧν ἕνεκα μομφὴν ἔχει. ἐλθοῦσά φησιν αὐτομάτη μετὰ τἀν Πύλῳ σπονδῶν φέρουσα τῇ πόλει κίστην πλέαν ἀποχειροτονηθῆναι τρὶς ἐν τἠκκλησίᾳ. ἡμάρτομεν ταῦτ: ἀλλὰ συγγνώμην ἔχε: ὁ νοῦς γὰρ ἡμῶν ἦν τότ ἐν τοῖς σκύτεσιν. ἴθι νυν ἄκουσον οἱο῀ν ἄρτι μ ἤρετο, ὅστις κακόνους αὐτῇ μάλιστ ἦν ἐνθάδε, χὤστις φίλος κἄσπευδεν εἶναι μὴ μάχας. εὐνούστατος μὲν ἦν μακρῷ Κλεώνυμος. ποῖός τις οὖν εἶναι δοκεῖ τὰ πολεμικὰ ὁ Κλεώνυμος· ψυχήν γ ἄριστος πλήν γ ὅτι οὐκ ἦν ἄρ οὗπέρ φησιν εἶναι τοῦ πατρός. εἰ γάρ ποτ ἐξέλθοι στρατιώτης, εὐθέως ἀποβολιμαῖος τῶν ὅπλων ἐγίγνετο. ἔτι νῦν ἄκουσον οἱο῀ν ἄρτι μ ἤρετο, ὅστις κρατεῖ νῦν τοῦ λίθου τοῦ ν τῇ πυκνί. Ὑπέρβολος νῦν τοῦτ ἔχει τὸ χωρίον. αὕτη τί ποιεῖς· τὴν κεφαλὴν ποῖ περιάγεις· ἀποστρέφεται τὸν δῆμον ἀχθεσθεῖς ὅτι αὑτῷ πονηρὸν προστάτην ἐπεγράψατο. ἀλλ οὐκέτ αὐτῷ χρησόμεθ οὐδέν, ἀλλὰ νῦν ἀπορῶν ὁ δῆμος ἐπιτρόπου καὶ γυμνὸς ὢν τοῦτον τέως τὸν ἄνδρα περιεζώσατο. πῶς οὖν ξυνοίσει ταῦτ ἐρωτᾷ τῇ πόλει. εὐβουλότεροι γενησόμεθα. τρόπῳ τίνι· ὅτι τυγχάνει λυχνοποιὸς ὤν. πρὸ τοῦ μὲν οὖν ἐψηλαφῶμεν ἐν σκότῳ τὰ πράγματα, νυνὶ δ ἅπαντα πρὸς λύχνον βουλεύσομεν. ὢ ὤ, οἱά῀ μ ἐκέλευσεν ἀναπυθέσθαι σου. τὰ τί· πάμπολλα καὶ τἀρχαῖ ἃ κατέλιπεν τότε: πρῶτον δ ὅ τι πράττει Σοφοκλέης ἀνήρετο. εὐδαιμονεῖ, πάσχει δὲ θαυμαστόν. τὸ τί· ἐκ τοῦ Σοφοκλέους γίγνεται Σιμωνίδης. Σιμωνίδης· πῶς· ὅτι γέρων ὢν καὶ σαπρὸς κέρδους ἕκατι κἂν ἐπὶ ῥιπὸς πλέοι. τί δαί· Κρατῖνος ὁ σοφὸς ἔστιν· ἀπέθανεν ὅθ οἱ Λάκωνες ἐνέβαλον. τί παθών· ὅ τι· ὼρακιάσας: οὐ γὰρ ἐξηνέσχετο ἰδὼν πίθον καταγνύμενον οἴνου πλέων. χἄτερα πός ἄττ οἰεί γεγενῆσθ ἐν τῇ πόλει· ὥστ οὐδέποτ ὦ δέσποιν ἀφησόμεσθά σου. ἴθι νυν ἐπὶ τούτοις τὴν Ὀπώραν λάμβανε γυναῖκα σαυτῷ τήνδε: κᾆτ ἐν τοῖς ἀγροῖς ταύτῃ ξυνοικῶν ἐκποιοῦ σαυτῷ βότρυς. ὦ φιλτάτη δεῦρ ἐλθὲ καὶ δός μοι κύσαι. ἆρ ἂν βλαβῆναι διὰ χρόνου τί σοι δοκῶ ὦ δέσποθ Ἑρμῆ τῆς Ὀπώρας κατελάσας· οὐκ εἴ γε κυκεῶν ἐπιπίοις βληχωνίαν. ἀλλ ὡς τάχιστα τήνδε τὴν Θεωρίαν ἀπάγαγε τῇ βουλῇ λαβών, ἧσπέρ ποτ ἦν. ὦ μακαρία βουλὴ σὺ τῆς Θεωρίας, ὅσον ῥοφήσει ζωμὸν ἡμερῶν τριῶν, ὅσας δὲ κατέδει ξόλικας ἑφθὰς καὶ κρέα. ἀλλ ὦ φίλ Ἑρμῆ χαῖρε πολλά. : καὶ σύ γε ὦνθρωπε χαίρων ἄπιθι καὶ μέμνησό μου. ὦ κάνθαρ οἴκαδ οἴκαδ ἀποπετώμεθα. οὐκ ἐνθάδ ὦ τᾶν ἔστι. ποῖ γὰρ οἴχεται· ὑφ ἁρ´ματ ἐλθὼν Ζηνὸς ἀστραπηφορεῖ. πόθεν οὖν ὁ τλήμων ἐνθάδ ἕξει σιτία· τὴν τοῦ Γανυμήδους ἀμβροσίαν σιτήσεται. πῶς δῆτ ἐγὼ καταβήσομαι· θάρρει, καλῶς: τῃδὶ παρ αὐτὴν τὴν θεόν. δεῦρ ὦ κόραι ἕπεσθον ἅμ ἐμοὶ θᾶττον, ὡς πολλοὶ πάνυ ποθοῦντες ὑμᾶς ἀναμένους ἐστυκότες.?
호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기