- 텍스트

Aristophanes, Peace, Parodos, trochees

(아리스토파네스, Peace, Parodos, trochees)

δεῦρο πᾶς χώρει προθύμως εὐθὺ τῆς σωτηρίας.? ὦ Πανέλληνες βοηθήσωμεν, εἴπερ πώποτε, τάξεων ἀπαλλαγέντες καὶ κακῶν φοινικικῶν: ἡμέρα γὰρ ἐξέλαμψεν ἥδε μισολάμαχος. πρὸς τάδ ἡμῖν, εἴ τι χρὴ δρᾶν, φράζε κἀρχιτεκτόνει: οὐ γὰρ ἔσθ ὅπως ἀπειπεῖν ἂν δοκῶ μοι τήμερον, πρὶν μοχλοῖς καὶ μηχαναῖσιν ἐς τὸ φῶς ἀνελκύσαι τὴν θεῶν πασῶν μεγίστην καὶ φιλαμπελωτάτην. οὐ σιωπήσεσθ, ὅπως μὴ περιχαρεῖς τῷ πράγματι τὸν Πόλεμον ἐκζωπυρήσετ ἔνδοθεν κεκραγότες· ἀλλ ἀκούσαντες τοιούτου χαίρομεν κηρύγματος. οὐ γὰρ ἦν ἔχοντας ἥκειν σιτί ἡμερῶν τριῶν. εὐλαβεῖσθέ νυν ἐκεῖνον τὸν κάτωθεν Κέρβερον, μὴ παφλάζων καὶ κεκραγὼς ὥσπερ ἡνίκ ἐνθάδ ἦν, ἐμποδὼν ἡμῖν γένηται τὴν θεὸν μὴ ξελκύσαι. οὔτι καὶ νῦν ἔστιν αὐτὴν ὅστις ἐξαιρήσεται, ἢν ἅπαξ ἐς χεῖρας ἔλθῃ τὰς ἐμάς. ἰοῦ ἰοῦ. ἐξολεῖτέ μ ὦνδρες, εἰ μὴ τῆς βοῆς ἀνήσετε: ἐκδραμὼν γὰρ πάντα ταυτὶ συνταράξει τοῖν ποδοῖν. ὡς κυκάτω καὶ πατείτω πάντα καὶ ταραττέτω, οὐ γὰρ ἂν χαίροντες ἡμεῖς τήμερον παυσαίμεθ ἄν. τί τὸ κακόν· τί πάσχετ ὦνδρες· μηδαμῶς πρὸς τῶν θεῶν πρᾶγμα κάλλιστον διαφθείρητε διὰ τὰ σχήματα. ἀλλ ἔγωγ οὐ σχηματίζειν βούλομ, ἀλλ ὑφ ἡδονῆς οὐκ ἐμοῦ κινοῦντος αὐτὼ τὼ σκέλει χορεύετον. μή τι καὶ νυνί γ ἔτ, ἀλλὰ παῦε παῦ ὀρχούμενος. ἢν ἰδοὺ καὶ δὴ πέπαυμαι. φῄς γε, παύει δ οὐδέπω. ἓν μὲν οὖν τουτί μ ἐάσον ἑλκύσαι, καὶ μηκέτι. τοῦτό νυν, καὶ μηκέτ ἄλλο μηδὲν ὀρχήσησθ ἔτι. οὐκ ἂν ὀρχησαίμεθ, εἴπερ ὠφελήσαιμέν τί σε. ἀλλ ὁρᾶτ οὔπω πέπαυσθε. τουτογὶ νὴ τὸν Δία τὸ σκέλος ῥίψαντες ἤδη λήγομεν τὸ δεξιόν. ἐπιδίδωμι τοῦτό γ ὑμῖν ὥστε μὴ λυπεῖν ἔτι. ἀλλὰ καὶ τἀριστερόν τοί μ ἐστ ἀναγκαίως ἔχον. ἥδομαι γὰρ καὶ γέγηθα καὶ πέπορδα καὶ γελῶ μᾶλλον ἢ τὸ γῆρας ἐκδὺς ἐκφυγὼν τὴν ἀσπίδα. μή τι καὶ νυνί γε χαίρετ: οὐ γὰρ ἴστε πω σαφῶς:?

상위

Peace

목록

일치하는 문장이 없습니다.

SEARCH

MENU NAVIGATION