호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기
δεῦρ ὦ γύναι εἰς ἀγρόν, χὤπως μετ ἐμοῦ καλὴ καλῶς κατακείσει.? Ὑμὴν Ὑμέναι ὦ. ὦ τρὶς μάκαρ ὡς δικαίως τἀγαθὰ νῦν ἔχεις. Ὑμὴν Ὑμέναι ὦ. Ὑμὴν Ὑμέναι ὦ. τί δράσομεν αὐτήν· τί δράσομεν αὐτήν· τρυγήσομεν αὐτήν, τρυγήσομεν αὐτήν. ἀλλ ἀράμενοι φέρωμεν οἱ προτεταγμένοι τὸν νυμφίον ὦνδρες. Ὑμὴν Ὑμέναι ὦ, Ὑμὴν Ὑμέναι ὦ, οἰκήσετε γοῦν καλῶς οὐ πράγματ ἔχοντες, ἀλλὰ συκολογοῦντες. Ὑμὴν Ὑμέναι ὦ, Ὑμὴν Ὑμέναι ὦ. τοῦ μὲν μέγα καὶ παχύ. τῆς δ ἡδὺ τὸ σῦκον. φήσεις γ ὅταν ἐσθίῃς οἶνόν τε πίῃς πολύν. Ὑμὴν Ὑμέναι ὦ, Ὑμὴν Ὑμέναι ὦ. ὦ χαίρετε χαίρετ ἄνδρες, κἂν ξυνέπησθέ μοι πλακοῦντας ἔδεσθε.?
호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기