호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기
ἀλλ ἄγε Πήγασε χώρει χαίρων, χρυσοχάλινον πάταγον ψαλίων διακινήσας φαιδροῖς ὠσίν.? ὡς ἤν τι πεσὼν ἐνθένδε πάθω, τοὐμοῦ θανάτου πέντε τάλανθ ἡ πόλις ἡ Χίων διὰ τὸν σὸν πρωκτὸν ὀφλήσει. τί ποιεῖς· τί ποιεῖς· ποῖ παρακλίνεις τοὺς μυκτῆρας· πρὸς τὰς λαύρας. ἱεί σαυτὸν θαρρῶν ἀπὸ γῆς, κᾆτα δρομαίαν πτέρυγ ἐκτείνων ὀρθὸς χώρει Διὸς εἰς αὐλάς, ἀπὸ μὲν κάκκης τὴν ῥῖν ἀπέχων, ἀπὸ δ ἡμερίων σίτων πάντων. ἄνθρωπε τί δρᾷς, οὗτος ὁ χέζων ἐν Πειραιεῖ παρὰ ταῖς πόρναις· ἀπολεῖς μ ἀπολεῖς. οὐ κατορύξεις κἀπιφορήσεις τῆς γῆς πολλήν, κἀπιφυτεύσεις ἑρ´πυλλον ἄνω καὶ μύρον ἐπιχεῖς· οἴμ ὡς δέδοικα, κοὐκέτι σκώπτων λέγω. ὦ μηχανοποιὲ πρόσεχε τὸν νοῦν ὡς ἐμέ: ἤδη στρέφει τι πνεῦμα περὶ τὸν ὀμφαλόν, κεἰ μὴ φυλάξει, χορτάσω τὸν κάνθαρον. ἀτὰρ ἐγγὺς εἶναι τῶν θεῶν ἐμοὶ δοκῶ, καὶ δὴ καθορῶ τὴν οἰκίαν τὴν τοῦ Διός. τίς ἐν Διὸς θύραισιν· οὐκ ἀνοίξετε· πόθεν βροτοῦ με προσέβαλ· ὦναξ Ἡράκλεις τουτὶ τί ἐστι τὸ κακόν· ἱπποκάνθαρος. ὦ βδελυρὲ καὶ τολμηρὲ κἀναίσχυντε σὺ καὶ μιαρὲ καὶ παμμίαρε καὶ μιαρώτατε, πῶς δεῦρ ἀνῆλθες ὦ μιαρῶν μιαρώτατε· τί σοί ποτ ἔστ ὄνομ· οὐκ ἐρεῖς· μιαρώτατος. ποδαπὸς τὸ γένος δ εἶ· φράζε μοι. μιαρώτατος. πατὴρ δέ σοι τίς ἐστ· ἐμοί· μιαρώτατος. οὔτοι μὰ τὴν γῆν ἔσθ ὅπως οὐκ ἀποθανεῖ, εἰ μὴ κατερεῖς μοι τοὔνομ ὅ τι ποτ ἔστι σοι. Τρυγαῖος Ἀθμονεύς, ἀμπελουργὸς δεξιός, οὐ συκοφάντης οὐδ ἐραστὴς πραγμάτων. ἥκεις δὲ κατὰ τί· τὰ κρέα ταυτί σοι φέρων. ὦ δειλακρίων πῶς ἦλθες· ὦ γλίσχρων ὁρᾷς ὡς οὐκέτ εἶναί σοι δοκῶ μιαρώτατος· ἴθι νυν κάλεσόν μοι τὸν Δί. ἰὴ ἰὴ ἰή, ὅτι οὐδὲ μέλλεις ἐγγὺς εἶναι τῶν θεῶν: φροῦδοι γὰρ ἐχθές εἰσιν ἐξῳκισμένοι. ποῖ γῆς· ἰδοὺ γῆς. ἀλλὰ ποῖ· πόρρω πάνυ· ὑπ αὐτὸν ἀτεχνῶς τοὐρανοῦ τὸν κύτταρον. πῶς οὖν σὺ δῆτ ἐνταῦθα κατελείφθης μόνος·
τὰ λοιπὰ τηρῶ σκευάρια τὰ τῶν θεῶν, χυτρίδια καὶ σανίδια κἀμφορείδια. ἐξῳκίσαντο δ οἱ θεοὶ τίνος οὕνεκα· Ἕλλησιν ὀργισθέντες. εἶτ ἐνταῦθα μὲν ἵν ἦσαν αὐτοὶ τὸν Πόλεμον κατῴκισαν, ὑμᾶς παραδόντες δρᾶν ἀτεχνῶς ὅ τι βούλεται: αὐτοὶ δ ἀνῳκίσανθ ὅπως ἀνωτάτω, ἵνα μὴ βλέποιεν μαχομένους ὑμᾶς ἔτι μηδ ἀντιβολούντων μηδὲν αἰσθανοίατο. τοῦ δ οὕνεχ ἡμᾶς ταῦτ ἔδρασαν· εἰπέ μοι. ὁτιὴ πολεμεῖν ᾑρεῖσθ ἐκείνων πολλάκις σπονδὰς ποιούντων: κεἰ μὲν οἱ Λακωνικοὶ ὑπερβάλοιντο μικρόν, ἔλεγον ἂν ταδί: ναὶ τὼ σιὼ νῦν ὡττικίων δωσεῖ δίκαν. εἰ δ αὖ τι πράξαιτ ἀγαθὸν ἁττικωνικοί κἄλθοιεν οἱ Λάκωνες εἰρήνης πέρι, ἐλέγετ ἂν ὑμεῖς εὐθύς: ἐξαπατώμεθα νὴ τὴν Ἀθηνᾶν, νὴ Δί, οὐχὶ πειστέον: ἥξουσι καὖθις, ἢν ἔχωμεν τὴν Πύλον. ὁ γοῦν χαρακτὴρ ἡμεδαπὸς τῶν ῥημάτων. ὧν οὕνεκ οὐκ οἶδ εἴ ποτ Εἰρήνην ἔτι τὸ λοιπὸν ὄψεσθ. ἀλλὰ ποῖ γὰρ οἴχεται· ὁ Πόλεμος αὐτὴν ἐνέβαλ εἰς ἄντρον βαθύ. ἐς ποῖον· ἐς τουτὶ τὸ κάτω, κἄπειθ ὁρᾷς ὅσους ἄνωθεν ἐπεφόρησε τῶν λίθων, ἵνα μὴ λάβητε μηδέποτ αὐτήν. εἰπέ μοι, ἡμᾶς δὲ δὴ τί δρᾶν παρασκευάζεται· οὐκ οἶδα πλὴν ἕν, ὅτι θυείαν ἑσπέρας ὑπερφυᾶ τὸ μέγεθος εἰσηνέγκατο. τί δῆτα ταύτῃ τῇ θυείᾳ χρήσεται· τρίβειν ἐν αὐτῇ τὰς πόλεις βουλεύεται. ἀλλ εἶμι: καὶ γὰρ ἐξιέναι γνώμην ἐμὴν μέλλει: θορυβεῖ γοῦν ἔνδον. οἴμοι δείλαιος. φέρ αὐτὸν ἀποδρῶ: καὶ γὰρ ὥσπερ ᾐσθόμην καὐτὸς θυείας φθέγμα πολεμιστηρίας. ἰὼ βροτοὶ βροτοὶ βροτοὶ πολυτλήμονες, ὡς αὐτίκα μάλα τὰς γνάθους ἀλγήσετε. ὦναξ Ἄπολλον τῆς θυείας τοῦ πλάτους, ὅσον κακόν, καὶ τοῦ Πολέμου τοῦ βλέμματος. ἆρ οὗτός ἐστ ἐκεῖνος ὃν καὶ φεύγομεν, ὁ δεινός, ὁ ταλαύρινος, ὁ κατὰ τοῖν σκελοῖν· ἰὼ Πρασιαὶ τρὶς ἄθλιαι καὶ πεντάκις καὶ πολλοδεκάκις, ὡς ἀπολεῖσθε τήμερον. τουτὶ μὲν ἄνδρες οὐδὲν ἡμῖν πρᾶγμά πω: τὸ γὰρ κακὸν τοῦτ ἐστὶ τῆς Λακωνικῆς. ὦ Μέγαρα Μέγαρ ὡς ἐπιτετρίψεσθ αὐτίκα ἁπαξάπαντα καταμεμυττωτευμένα. βαβαὶ βαβαιὰξ ὡς μεγάλα καὶ δριμέα τοῖσι Μεγαρεῦσιν ἐνέβαλεν τὰ κλαύματα. ἰὼ Σικελία καὶ σὺ δ ὡς ἀπόλλυσαι.
οἱά πόλις τάλαινα διακναισθήσεται. φέρ ἐπιχέω καὶ τὸ μέλι τουτὶ τἀττικόν. οὗτος παραινῶ σοι μέλιτι χρῆσθἀτέρῳ. τετρώβολον τοῦτ ἐστί: φείδου τἀττικοῦ. παῖ παῖ Κυδοιμέ. τί με καλεῖς· κλαύσει μακρά. ἕστηκας ἀργός· οὑτοσί σοι κόνδυλος. ὡς δριμύς. οἴμοι μοι τάλας ὦ δέσποτα. μῶν τῶν σκορόδων ἐνέβαλες ἐς τὸν κόνδυλον· οἴσεις ἀλετρίβανον τρέχων· ἀλλ ὦ μέλε οὐκ ἔστιν ἡμῖν: ἐχθὲς εἰσῳκίσμεθα. οὔκουν παρ Ἀθηναίων μεταθρέξει ταχὺ <πάνυ>· ἔγωγε νὴ Δί: εἰ δὲ μή γε, κλαύσομαι. ἄγε δὴ τί δρῶμεν ὦ πόνηρ ἀνθρώπια· ὁρᾶτε τὸν κίνδυνον ἡμῖν ὡς μέγας: εἴπερ γὰρ ἥξει τὸν ἀλετρίβανον φέρων, τούτῳ ταράξει τὰς πόλεις καθήμενος. ἀλλ ὦ Διόνυς ἀπόλοιτο καὶ μὴ λθοι φέρων. οὗτος. τί ἔστιν· οὐ φέρεις· τὸ δεῖνα γὰρ ἀπόλωλ Ἀθηναίοισιν ἁλετρίβανος, ὁ βυρσοπώλης, ὃς ἐκύκα τὴν Ἑλλάδα. εὖ γ ὦ πότνια δέσποιν Ἀθηναία ποιῶν ἀπόλωλ ἐκεῖνος κἀν δέοντι τῇ πόλει, ἢ πρίν γε τὸν μυττωτὸν ἡμῖν ἐγχέαι. οὔκουν ἕτερον δῆτ ἐκ Λακεδαίμονος μέτει ἀνύσας τι· ταῦτ ὦ δέσποθ. ἧκέ νυν ταχύ. ὦνδρες τί πεισόμεσθα· νῦν ἀγὼν μέγας. ἀλλ εἴ τις ὑμῶν ἐν Σαμοθρᾴκῃ τυγχάνει μεμυημένος, νῦν ἐστιν εὔξασθαι καλὸν ἀποστραφῆναι τοῦ μετιόντος τὼ πόδε. οἴμοι τάλας, οἴμοι γε κἄτ οἴμοι μάλα. τί ἔστι· μῶν οὐκ αὖ φέρεις· ἀπόλωλε γὰρ καὶ τοῖς Λακεδαιμονίοισιν ἁλετρίβανος. πῶς ὦ πανοῦργ· ἐς τἀπὶ Θρᾴκης χωρία χρήσαντες ἑτέροις αὐτὸν εἶτ ἀπώλεσαν. εὖ γ εὖ γε ποιήσαντες ὦ Διοσκόρω. ἴσως ἂν εὖ γένοιτο: θαρρεῖτ ὦ βροτοί. ἀπόφερε τὰ σκεύη λαβὼν ταυτὶ πάλιν: ἐγὼ δὲ δοίδυκ εἰσιὼν ποιήσομαι. νῦν τοῦτ ἐκεῖν ἥκει τὸ Δάτιδος μέλος, ὃ δεφόμενός ποτ ᾖδε τῆς μεσημβρίας, ὡς ἥδομαι καὶ χαίρομαι κεὐφραίνομαι. νῦν ἐστιν ἡμῖν ὦνδρες Ἕλληνες καλὸν ἀπαλλαγεῖσι πραγμάτων τε καὶ μαχῶν ἐξελκύσαι τὴν πᾶσιν Εἰρήνην φίλην, πρὶν ἕτερον αὖ δοίδυκα κωλῦσαί τινα. ἀλλ ὦ γεωργοὶ κἄμποροι καὶ τέκτονες καὶ δημιουργοὶ καὶ μέτοικοι καὶ ξένοι καὶ νησιῶται, δεῦρ ἴτ ὦ πάντες λεῴ, ὡς τάχιστ ἄμας λαβόντες καὶ μοχλοὺς καὶ σχοινία: νῦν γὰρ ἡμῖν ἁρπάσαι πάρεστιν ἀγαθοῦ δαίμονος.?
호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기