호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기
Ταΰγετον αὖτ ἐραννὸν ἐκλιπῶα Μῶα μόλε Λάκαινα πρεπτὸν ἁμὶν κλέωα τὸν Ἀμύκλαις σιὸν καὶ χαλκίοικον Ἀσάναν, Τυνδαρίδας τ ἀγασώς, τοὶ δὴ πὰρ Εὐρώταν ψιάδδοντι.? εἰᾶ μάλ ἔμβη ὢ εἰᾶ κοῦφα πάλλων, ὡς Σπάρταν ὑμνίωμες, τᾷ σιῶν χοροὶ μέλοντι καὶ ποδῶν κτύπος, ᾇ τε πῶλοι ταὶ κόραι πὰρ τὸν Εὐρωταν ἀμπάλλοντι πυκνὰ ποδοῖν ἀγκονίωαι, ταὶ δὲ κόμαι σείονθ ᾇπερ Βακχᾶν θυρσαδδωᾶν καὶ παιδδωᾶν. ἁγεῖται δ ἁ Λήδας παῖς ἁγνὰ χοραγὸς εὐπρεπής. ἀλλ ἄγε κόμαν παραμπύκιδδε χερί, ποδοῖν τε πάδη ᾇ τις ἔλαφος: κρότον δ ἁμᾷ ποίει χορωφελήταν. καὶ τὰν σιὰν δ αὖ τὰν κρατίσταν Χαλκίοικον ὕμνει τὰν πάμμαχον.?
호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기