호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기
πρόσαγε χορόν, ἔπαγε <δὲ> Χάριτας, ἐπὶ δὲ κάλεσον Ἄρτεμιν, ἐπὶ δὲ δίδυμον ἀγέχορον Ιἤιον εὔφρον, ἐπὶ δὲ Νύσιον, ὃς μετὰ μαινάσι Βάκχιος ὄμμασι δαίεται, Δία τε πυρὶ φλεγόμενον, ἐπί τε πότνιαν ἄλοχον ὀλβίαν:? εἶτα δὲ δαίμονας, οἷς ἐπιμάρτυσι χρησόμεθ οὐκ ἐπιλήσμοσιν Ἡσυχίας πέρι τῆς ἀγανόφρονος, ἣν ἐποίησε θεὰ Κύπρις. ἀλαλαὶ ἰὴ παιήων: αἴρεσθ ἄνω ἰαί, ὡς ἐπὶ νίκῃ ἰαί. εὐοῖ εὐοῖ, εὐαί εὐαί. πρόφαινε δὴ σὺ Μοῦσαν ἐπὶ νέᾳ νέαν.?
호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기